Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὐγὰρ ἀπεγίνωσκεν εὐφυᾶ καὶ φιλότιμον ἄνδρα καὶ δόξης ἐραστὴν τὸν Ἀντώνιον, ἐκποδὼν Καίσαρος γενομένου, συνεφάψεσθαι τῇ πατρίδι τῆς ἐλευθερίας, ἐπισπασθέντα τῷ ζήλῳ πρὸς τὸ καλὸν ὑπʼ αὐτῶν.

οὕτω μὲν Ἀντώνιον Βροῦτος περιεποίησεν ἐν δὲ τῷ τότε φόβῳ μεταβαλὼν ἐσθῆτα δημοτικὴν ἔφυγεν.

οἱ δὲ περὶ Βροῦτον εἰς τὸ Καπετώλιον ἐχώρουν, ᾑμαγμένοι τὰς χεῖρας, καὶ τὰ ξίφη γυμνὰ δεικνύντες ἐπὶ τὴν ἐλευθερίαν παρεκάλουν τοὺς πολίτας.

τὸ μὲν οὖν πρῶτον ἦσαν ἀλαλαγμοί, καὶ διαδρομαὶ τῷ πάθει κατὰ τύχην ἐπιγινόμεναι πλείονα τὸν θόρυβον ἐποίησαν·