Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὕτω δʼ ἀποθανόντος αὐτοῦ Βροῦτος μὲν εἰς μέσον προελθὼν ἐβούλετο λέγειν καὶ

p.164
κατεῖχε θαρρύνων τὴν σύγκλητον· ἡ δʼ ὑπὸ δέους ἔφευγεν ἀτάκτως, καὶ περὶ τὰς θύρας ὠθισμὸς ἦν καὶ τάραχος, οὐδενὸς διώκοντος οὐδὲ κατεπείγοντος.

ἰσχυρῶς γὰρ ἐδέδοκτο μηδένα κτείνειν ἕτερον, ἀλλὰ πάντας ἐπὶ τὴν ἐλευθερίαν ἀνακαλεῖσθαι.

καὶ τοῖς μὲν ἄλλοις πᾶσιν, ὁπηνίκα διεσκοποῦντο τὴν πρᾶξιν, ἤρεσκεν Ἀντώνιον ἐπισφάττειν Καίσαρι, μοναρχικὸν ἄνδρα καὶ ὑβριστὴν, ἰσχύν τε πεποιημένον ὁμιλίᾳ καὶ συνηθείᾳ πρὸς τὸ στρατιωτικόν, καὶ μάλισθʼ ὅτι τῷ φύσει σοβαρῷ καὶ μεγαλοπράγμονι προσειλήφει τὸ τῆς ὑπατείας ἀξίωμα τότε Καίσαρι συνάρχων.

ἀλλὰ Βροῦτος ἐνέστη πρὸς τὸ βούλευμα, πρῶτον μὲν ἰσχυριζόμενος τῷ δικαίῳ, δεύτερον δʼ ὑποτιθεὶς ἐλπίδα τῆς μεταβολῆς.