Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
παρὼν δὲ Λαβεὼν ἀντεῖπεν ἀμφοτέροις. καὶ ὁ Βροῦτος τότε μέν ὡς ἔχοντός τι τοῦ λόγου χαλεπὸν καὶ δύσκριτον ἀπεσιώπησεν, ὕστερον δὲ Λαβεῶνι κοινοῦται τὸ βούλευμα.
δεξαμένου δὲ προθύμως, τὸν ἕτερον Βροῦτον, ἐπίκλησιν Ἀλβῖνον, ἄλλως μέν οὐκ ὄντα ῥέκτην οὐδὲ θαρραλέον, ἐρρωμένον δὲ πλήθει μονομάχων οὓς ἐπὶ θέᾳ Ῥωμαίων ἔτρεφε, καὶ παρὰ Καίσαρι πιστευόμενον, ἐδόκει προσάγεσθαι.
Κασσίου δὲ καὶ Λαβεῶνος αὐτῷ διαλεγομένων οὐδὲν ἀπεκρίνατο, Βρούτῳ δʼ αὐτὸς ἐντυχὼν ἰδίᾳ καὶ μαθὼν ὅτι τῆς πράξεως ἡγεμών ἐστιν, ὡμολόγησε συμπράξειν προθύμως.