Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐκτούτου διαπειρώμενοι κρύφα τῶν γνωρίμων οἷς ἐπίστευον ἀνεκοινοῦντο καὶ προσελάμβανον, οὐ μόνον τῶν συνήθων ποιούμενοι τὴν αἵρεσιν, ἀλλʼ ὅσους ἠπίσταντο τολμητὰς ὄντας ἀγαθοὺς καὶ θανάτου καταφρονητάς.
διὸ καὶ Κικέρωνα, τοῦτο μέν πίστεως, τοῦτο δὲ εὐνοίας ἕνεκα πρῶτον ὄντα παρʼ αὐτοῖς, ἀπεκρύψαντο, μὴ τῷ φύσει τόλμης ἐνδεὴς εἶναι προσειληφὼς ὑπὸ χρόνου γεροντικὴν εὐλάβειαν, εἶτα πάντα καθʼ ἕκαστον ἀνάγων τοῖς λογισμοῖς εἰς ἄκραν ἀσφάλειαν, ἀμβλύνῃ τὴν ἀκμὴν αὐτῶν τῆς προθυμίας
ἐπεὶ καὶ τῶν ἄλλων ἑταίρων ὁ Βροῦτος Στατίλιόν τε παρέλιπε τὸν Ἐπικούρειον καὶ Φαώνιον ἐραστὴν Κάτωνος, ὅτι πόρρωθεν αὐτοῖς τοιαύτην τινὰ κύκλῳ περιβαλόντος ἐν τῷ διαλέγεσθαι καὶ συμφιλοσοφεῖν