Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν ἀρχῇ μὲν γὰρ ἀποκτείνας τὸν Δίωνα λαμπρὸς ἦν καί κατεῖχε τὰς Συρακούσας· καί πρὸς τὴν Ἀθηναίων ἔγραφε πόλιν, ἣν μάλιστα μετὰ τοὺς θεοὺς ὤφειλεν αἰδεῖσθαι καί δεδιέναι τηλικούτου μύσους ἁψάμενος.

ἀλλʼ ἔοικεν ἀληθῶς λέγεσθαι τὸ τὴν πόλιν ἐκείνην φέρειν ἄνδρας ἀρετῇ τε τοὺς ἀγαθοὺς ἀρίστους καὶ κακίᾳ τοὺς φαύλους πονηροτάτους, καθάπερ αὐτῶν καί ἡ χώρα κάλλιστον μέλι καί κώνειον ὠκυμορώτατον ἀναδίδωσιν.

οὐ μὴν πολὺν χρόνον ὁ Κάλλιππος ἔγκλημα τῆς τύχης καί τῶν θεῶν περιῆν, ὡς περιορώντων ἐξ ἀσεβήματος ἄνθρωπον τηλικούτου κτώμενον ἡγεμονίας καί πράγματα· ταχὺ δʼ ἀξίαν δίκην ἔδωκεν.

ὁρμήσας μὲν γὰρ

p.122
Κατάνην λαβεῖν, εὐθὺς ἀπέβαλε τὰς Συρακούσας ὅτε καί φασιν αὐτὸν εἰπεῖν ὅτι πόλιν ἀπολωλεκὼς τυρόκνηστιν εἴληφεν.

ἐπιθέμενος δὲ Μεσσηνίοις καί τοὺς πλείστους στρατιώτας ἀπολέσας, ἐν οἷς ἦσαν οἱ Δίωνα κατακτείναντες, οὐδεμιᾶς δὲ πόλεως αὐτὸν ἐν Σικελίᾳ προσδεχομένης, ἀλλὰ μισούντων ἁπάντων καί προβαλλομένων, Ῥήγιον κατέσχεν.

ἐκεῖ δὲ λυπρῶς πράττων καί κακῶς διατρέφων τοὺς μισθοφόρους, ὑπὸ Λεπτίνου καί Πολυπέρχοντος ἀνῃρέθη, χρησαμένων ξιφιδίῳ κατὰ τύχην ᾧ καί Δίωνα πληγῆναί φασιν.

ἐγνώσθη δὲ τῷ μεγέθει (βραχὺ γὰρ ἦν, ὥσπερ τὰ Λακωνικά) καί τῇ κατασκευῇ τῆς τέχνης, εἰργασμένον γλαφυρῶς καί περιττῶς. τοιαύτην μὲν οὖν τίσιν Κάλλιππος ἔδωκε.

τὴν δʼ Ἀριστομάχην καί τὴν Ἀρετήν, ὡς ἀφείθησαν ἐκ τῆς εἱρκτῆς, ἀναλαβὼν Ἱκέτης ὁ Συρακούσιος, εἷς τῶν Δίωνος φίλων γεγονώς, ἐδόκει πιστῶς καί καλῶς περιέπειν.

εἶτα συμπεισθεὶς ὑπὸ τῶν Δίωνος ἐχθρῶν καί παρασκευάσας πλοῖον αὐταῖς, ὡς εἷς Πελοπόννησον ἀποσταλησομέναις, ἐκέλευσε κατὰ πλοῦν ἀποσφάξαντας ἐκβαλεῖν εἷς τὴν θάλασσαν. οἱ δὲ ζώσας ἔτι καταποντισθῆναι λέγουσι, καί τὸ παιδίον μετʼ αὐτῶν.

περιῆλθε δὲ καί τοῦτον ἀξία ποινὴ τῶν τετολμημένων, αὐτός τε γὰρ ὑπὸ Τιμολέοντος ἁλοὺς ἀπέθανε, καί θυγατέρας δύο προσαπέκτειναν αὐτοῦ Δίωνι τιμωροῦντες οἱ Συρακούσιοι, περὶ ὧν ἐν τῷ Τιμολέοντος βίῳ καθʼ ἕκαστα γέγραπται.