Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἤδη δὲ καὶ τὸν Δίωνα καὶ τὰς γυναῖκας ὑπόνοια τῶν πραττομένων εἶχε, καὶ μηνύσεις ἐγίγνοντο πανταχόθεν.

ἀλλʼ ὁ μὲν Δίων, ὡς ἔοικεν, ἐπὶ τοῖς κατὰ τὸν Ἡρακλείδην ἀχθόμενος, καὶ τὸν φόνον ἐκεῖνον, ὥς τινα τοῦ

p.118
βίου καὶ τῶν πράξεων αὐτῷ κηλῖδα περικειμένην, δυσχεραίνων ἀεὶ καὶ βαρυνόμενος, εἶπεν ὅτι πολλάκις ἤδη θνῄσκειν ἕτοιμός ἐστι καὶ παρέχειν τῷ βουλομένῳ σφάττειν αὐτόν, εἰ ζ?ῆν δεήσει μὴ μόνον τοὺς ἐχθρούς, ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον.

τὰς δὲ γυναῖκας ὁρῶν ὁ Κάλλιππος ἐξεταζούσας ἀκριβῶς τὸ πρᾶγμα, καὶ φοβηθείς, ἦλθε πρὸς αὐτὰς ἀρνούμενος καὶ δακρύων καὶ πίστιν ἣν βούλονται διδόναι βουλόμενος.

αἱ δʼ ἠξίουν αὐτὸν ὀμόσαι τὸν μέγαν ὅρκον. ἦν δὲ τοιοῦτος· καταβὰς εἰς τὸ τῶν Θεσμοφόρων τέμενος ὁ διδοὺς τὴν πίστιν, ἱερῶν τινων γενομένων, περιβάλλεται τὴν πορφυρίδα τῆς θεοῦ, καὶ λαβὼν δᾷδα καιομένην ἀπόμνυσι.

ταῦτα ποιήσας ὁ Κάλλιππος πάντα, καὶ τὸν ὅρκον ἀπομόσας, οὕτω κατεγέλασε τῶν θεῶν ὥστε περιμείνας τὴν ἑορτὴν ἧς ὤμοσε θεοῦ, δρᾷ τὸν φόνον ἐν τοῖς Κορείοις, οὐδὲν ἴσως τὸ περὶ τὴν ἡμέραν τῆς θεοῦ ποιησάμενος, ὡς ἀσεβουμένης πάντως, εἰ καὶ κατʼ ἄλλον χρόνον ἔσφαττε τὸν μύστην αὐτῆς ὁ μυσταγωγός.

ὄντων δὲ πλειόνων ἐν τῇ κοινωνίᾳ τῆς πράξεως, καθεζομένου Δίωνος ἐν οἰκήματι κλίνας τινὰς ἔχοντι μετὰ τῶν φίλων, οἱ μὲν ἔξω τὴν

paris.1624.983
οἰκίαν περιέστησαν, οἱ δὲ πρὸς ταῖς θύραις τοῦ οἴκου καὶ ταῖς θυρίσιν ἦσαν.

αὐτοὶ δʼ οἱ προσφέρειν τὰς χεῖρας μέλλοντες Ζακύνθιοι παρῆλθον

p.120
ἄνευ ξιφῶν ἐν τοῖς χιτῶσιν. ἅμα δʼ οἱ μὲν ἔξω τὰς θύρας ἐπισπασάμενοι κατεῖχον, οἱ δὲ τῷ Δίωνι προσπεσόντες κατάγχειν ἐπειρῶντο καὶ συντρίβειν αὐτόν.

ὡς δʼ οὐδὲν ἐπέραινον, ᾔτουν ξίφος· οὐδεὶς δʼ ἐτόλμα τὰς θύρας ἀνοῖξαι ι. συχνοὶ γὰρ ἦσαν ἔνδον οἱ μετὰ τοῦ Δίωνος, ὧν ἕκαστος οἰόμενος, ἂν ἐκεῖνον προῆται, διασώσειν ἑαυτόν, οὐκ ἐτόλμα βοηθεῖν.

διατριβῆς δὲ γενομένης Λύκων ὁ Συρακούσιος ὀρέγει τινὶ τῶν Ζακυνθίων διὰ τῆς θυρίδος ἐγχειρίδιον, ᾧ καθάπερ ἱερεῖον τὸν Δίωνα κρατούμενον πάλαι καὶ δεδιττόμενον ἀπέσφαξαν.

εὐθὺς δὲ καὶ τὴν ἀδελφὴν μετὰ τῆς γυναικὸς ἐγκύμονος οὔσης εἰς τὴν εἱρκτὴν ἐνέβαλον. καὶ συνέβη τῇ γυναικὶ τλημονέστατα λοχευθείσῃ τεκεῖν ἐν τῷ δεσμωτηρίῳ παιδάριον ἄρρεν· ὅπερ καὶ θρέψαι μᾶλλον παρεβάλοντο πείσασαι τοὺς φύλακας, ἤδη τοῦ Καλλίππου θορυβουμένου τοῖς πράγμασιν.