Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

διὸ καὶ τοῦ Δίωνος παρακαλοῦντος ἐνταῦθα τοὺς στρατιώτας

p.56
ἀναλαμβάνειν πολὺν χρόνον ἐν τῇ θαλάσσῃ κεκακωμένους, οὐχ ὑπέμειναν αὐτοὶ σπεύδοντες ἁρπάσαι τὸν καιρόν, ἀλλʼ ἐκέλευον ἡγεῖσθαι τὸν Δίωνα πρὸς τὰς Συρακούσας.

ἀποσκευασάμενος οὖν τὰ περιόντα τῶν ὅπλων καὶ τῶν φορτίων ἐκεῖ, καὶ τοῦ Συνάλου δεηθεὶς, ὅταν ᾖ καιρὸς, ἀποστεῖλαι πρὸς αὐτόν, ἐβάδιζεν ἐπὶ τὰς Συρακούσας.

πορευομένῳ δʼ αὐτῷ πρῶτον μὲν Ἀκραγαντίνων προσεχώρησαν ἱππεῖς διακόσιοι τῶν περὶ τὸ Ἔκνομον οἰκούντων, μετὰ δὲ τούτους Γελῷοι.

ταχὺ δὲ τῆς φήμης διαδραμούσης εἰς Συρακούσας Τιμοκράτης, ὁ τῇ Δίωνος γυναικὶ συνοικῶν, Διονυσίου δʼ ἀδελφῇ, τῶν ἀπολελειμμένων ἐν τῇ πόλει φίλων προεστώς, ἐκπέμπει κατὰ τάχος ἄγγελον τῷ Διονυσίῳ γράμματα κομίζοντα περὶ τῆς Δίωνος ἀφίξεως.

αὐτὸς δὲ τοῖς κατὰ τὴν πόλιν προσεῖχε θορύβοις καὶ κινήμασιν, ἐπηρμένων μὲν πάντων, διὰ δʼ ἀπιστίαν ἔτι καὶ φόβον ἡσυχαζόντων.

τῷ δὲ πεμφθέντι γραμματοφόρῳ τύχη τις συμπίπτει παράλογος.διαπλεύσας γὰρ εἰς τὴν Ἰταλίαν καὶ τὴν Ῥηγίνην διελθὼν, ἐπειγόμενος εἰς Καυλωνίαν πρὸς Διονύσιον ἀπήντησέ τινι τῶν συνήθων ἱερεῖον νεωστὶ τεθυμένον κομίζοντι· καὶ λαβὼν παρʼ αὐτοῦ μοῖραν τῶν κρεῶν ἐχώρει σπουδῇ.

τῆς δὲ νυκτὸς μέρος ὁδεύσας καὶ μικρὸν ἀποδαρθεῖν ὑπὸ κόπου βιασθείς, ὡς εἶχε, παρὰ τὴν ὁδὸν ἐν ὕλῃ τινὶ κατέκλινεν ἑαυτόν.

πρὸς δὲ τὴν ὀσμὴν λύκος ἐπελθὼν, καὶ λαβόμενος τῶν κρεῶν ἀναδεδεμένων ἐκ τῆς πήρας, ᾤχετο φέρων ἅμα σὺν αὐτοῖς τὴν πήραν, ἐν ᾗ τὰς ἐπιστολὰς ὁ ἄνθρωπος εἶχεν.

p.58

ὡς δὲ διεγερθεὶς ᾔσθετο καὶ πολλὰ μάτην πλανηθεὶς καὶ διώξας οὐχ εὗρεν, ἔγνω μὴ πορεύεσθαι δίχα τῶν γραμμάτων πρὸς τὸν τύραννον, ἀλλʼ ἀποδρὰς ἐκποδὼν γενέσθαι.