Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ᾧ τῶν ναυτῶν συνταραχθέντων καὶ πλάνης γενομένης καθορῶσιν αἰφνίδιον ὑπὸ τοῦ κύματος ὠθουμένας τὰς ναῦς ἐπὶ τὴν πρὸς Λιβύῃ Κέρκιναν, ᾗ μάλιστα κρημνώδης ἀπήντα καὶ τραχεῖα προσφερομένοις αὐτοῖς ἡ νῆσος.

μικρὸν οὖν δεήσαντες ἐκριφῆναι καὶ συντριβῆναι περὶ τὰς πέτρας ἐβιάζοντο πρὸς κοντὸν παραφερόμενοι μόλις, ἕως ὁ χειμὼν

p.54
ἐλώφησε καὶ πλοίῳ συντυχόντες ἔγνωσαν ἐπὶ ταῖς καλουμέναις κεφαλαῖς τῆς μεγάλης Σύρτεως
paris.1624.969
ὅντες.

ἀθυμοῦσι δʼ αὐτοῖς πρὸς τὴν γαλήνην καὶ διαφερομένοις αὔραν τινὰ κατέσπειρεν ἡ χώρα νότιον, οὐ πάνυ προσδεχομένοις νότον οὐδὲ πιστεύουσι τῇ μεταβολῇ.

κατὰ μικρὸν δὲ ῥωννυμένου τοῦ πνεύματος καὶ μέγεθος λαμβάνοντος ἐκτείναντες ὅσον ἦν ἱστίων, καὶ προσευξάμενοι τοῖς θεοῖς, πελάγιοι πρὸς τὴν Σικελίαν ἔφευγον ἀπὸ τῆς Λιβύης·

καὶ θέοντες ἐλαφρῶς πεμπταῖοι κατὰ Μίνῳαν ὡρμίσαντο, πολισμάτιον ἐν τῇ Σικελίᾳ τῆς Καρχηδονίων ἐπικρατείας.

ἔτυχε δὲ παρὼν ὁ Καρχηδόνιος ἄρχων Σύναλος ἐν τῷ χωρίῳ, ξένος ὢν καὶ φίλος Δίωνος. ἀγνοῶν δὲ τὴν παρουσίαν αὐτοῦ καὶ τὸν στόλον, ἐπειρᾶτο κωλύειν τοὺς στρατιώτας ἀποβαίνοντας.

οἱ δὲ μετὰ τῶν ὅπλων ἐκδραμόντες ἀπέκτειναν μὲν οὐδένα, ἀπειρήκει γὰρ ὁ Δίων διὰ τὴν οὖσαν αὐτῷ φιλίαν πρὸς τὸν Καρχηδόνιον, φεύγουσι δὲ συνεισπεσόντες αἱροῦσι τὸ χωρίον.

ὡς δʼ ἀπήντησαν ἀλλήλοις οἱ ἡγεμόνες καὶ ἠσπάσαντο, Δίων μὲν ἀπέδωκε τὴν πόλιν Συνάλῳ, οὐδὲν ἀδικήσας, Σύναλος δὲ τοὺς στρατιώτας ἐξένιζε καὶ συμπαρεσκεύαζεν ὧν Δίων ἐδεῖτο.

μάλιστα δʼ αὐτοὺς ἐθάρρυνε τὸ συμβεβηκὸς αὐτομάτως περὶ τὴν ἀποδημίαν τοῦ Διονυσίου· νεωστὶ γὰρ ἐκπεπλευκὼς ἐτύγχανεν ὀγδοήκοντα ναυσὶν εἰς τὴν Ἰταλίαν.