Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀλλὰ ταῦτα πάλαι δεομένῳ προφάσεως σχῆμα καὶ λόγον εὐπρεπῆ τοῦ πολέμου παρέσχεν. ἦγε δὲ αὐτὸν ἐπὶ πάντας ἀνθρώπους ἃ καὶ πρότερον Ἀλέξανδρον καὶ πάλαι Κῦρον, ἔρως ἀπαρηγόρητος ἀρχῆς καὶ περιμανὴς ἐπιθυμία τοῦ πρῶτον εἶναι καὶ μέγιστον· ὧν τυχεῖν οὐκ ἦν μὴ Πομπηΐου καταλυθέντος.

ὡς δʼ οὖν ἐπελθὼν ἐκράτησε τῆς Ῥώμης καὶ Πομπήϊον ἐξήλασε τῆς Ἰταλίας καὶ πρὸς τὰς ἐν Ἰβηρίᾳ Πομπηΐου δυνάμεις ἐπιστρέφειν ἔγνω πρότερον, εἶτα οὕτως παρασκευας άμενος στόλον ἐπὶ Πομπήϊον διαβαίνειν, Λεπίδῳ μὲν στρατηγοῦντι τὴν Ῥώμην, Ἀντωνίῳ δὲ δημαρχοῦντι τὰ στρατεύματα καὶ τὴν Ἰταλίαν ἐπέτρεψεν.

ὁ δὲ τοῖς μὲν στρατιώταις εὐθὺς προσφιλὴς ἦν συγγυμναζόμενος καὶ συνδιαιτώμενος τὰ πολλὰ καὶ δωρούμενος ἐκ τῶν παρόντων, τοῖς δὲ ἄλλοις ἐπαχθής. καὶ γὰρ ἀδικουμένων ὑπὸ ῥᾳθυμίας ὠλιγώρει, καὶ πρὸς ὀργὴν ἠκροᾶτο τῶν ἐντυγχανόντων καὶ κακῶς ἐπὶ γυναιξὶν ἀλλοτρίαις ἤκουε.

καὶ ὅλως τὴν Καίσαρος ἀρχήν, πάντα μᾶλλον ἢ τυραννίδα δι’ αὐτὸν ἐκεῖνον φανεῖσαν, οἱ φίλοι διέβαλλον, ὧν Ἀντώνιος ἀπʼ ἐξουσίας μεγίστης ἁμαρτάνειν μέγιστα δόξας τὴν πλείστην αἰτίαν ἔλαβεν.