Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένων οὐδὲ ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω, καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος.

τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇ βουλῇ γενομένων,

150
τῆς μὲν εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τὰ στρατεύματα, τῆς δὲ εἰ Καίσαρα, καὶ Πομπήϊον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρʼ ὀλίγους κελευόντων, ἀναστὰς Ἀντώνιος ἠρώτησεν εἰ δοκεῖ καὶ Πομπήϊον ὁμοῦ καὶ Καίσαρα τὰ ὅπλα καταθέσθαι καὶ τὰς δυνάμεις ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶς τὴν γνώμην ἅπαντες, καὶ μετὰ βοῆς ἐπαινοῦντες τὸν Ἀντώνιον ἠξίουν ἐπιψηφίζεσθαι. μὴ βουλομένων δὲ τῶν ὑπάτων, αὖθις ἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν ἐπιεικεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς ὅ τε Κάτων ἀντέπιπτε καὶ Λέντλος ὑπατεύων ἐξέβαλε τῆς βουλῆς τὸν Ἀντώνιον. ὁ δὲ πολλὰ μὲν αὐτοῖς ἐξιὼν ἐπηράσατο, λαβὼν δὲ θεράποντος ἐσθῆτα καὶ μισθωσάμενος μετὰ Κασσίου Κοΐντου ζεῦγος, ἐξώρμησε πρὸς Καίσαρα· καὶ κατεβόων εὐθὺς ὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐν Ῥώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δημάρχοις παρρησίας μέτεστιν, ἀλλʼ ἐλαύνεται καὶ κινδυνεύει πᾶς ὁ φθεγξάμενος ὑπὲρ τῶν δικαίων.

ἐκ τούτου λαβὼν τὴν στρατιὰν ὁ Καῖσαρ εἰς Ἰταλίαν ἐνέβαλε. διὸ καὶ Κικέρων ἐν τοῖς Φιλιππικοῖς ἔγραψε τοῦ μὲν Τρωϊκοῦ πολέμου τὴν Ἑλένην, τοῦ δʼ ἐμφυλίου τὸν Ἀντώνιον ἀρχὴν γενέσθαι, περιφανῶς ψευδόμενος.

οὐ γὰρ οὕτως εὐχερὴς ἦν οὐδὲ ῥᾴδιος ὑπʼ ὀργῆς ἐκπεσεῖν τῶν λογισμῶν Γάϊος Καῖσαρ ὥστε, εἰ μὴ ταῦτα πάλαι ἔγνωστο πράττειν, οὕτως ἂν ἐπὶ καιροῦ τὸν κατὰ

152
τῆς πατρίδος ἐξενεγκεῖν πόλεμον, ὅτι φαύλως ἠμφιεσμένον εἶδεν Ἀντώνιον καὶ Κάσσιον ἐπὶ ζεύγους μισθίου πεφευγότας πρὸς αὐτόν,