Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

αὐτὸς μὲν Ἀντίγονος ἐν Φρυγίᾳ διέτριβε, Πτολεμαῖον δʼ ἀκούων ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις ἀπάγειν καὶ βιάζεσθαι, κατέπεμψε τὸν υἱὸν Δημήτριον, δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας τότε πρῶτον αὐτοτελῶς ἐπὶ πράγμασι μεγάλοις ἁπτόμενον. οἷα δὲ νέος καὶ ἄπειρος ἀνδρὶ συμπεσὼν ἐκ τῆς Ἀλεξάνδρου παλαίστρας ἠθληκότι πολλοὺς καὶ μεγάλους καθʼ αὑτὸν ἀγῶνας, ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων ἁλόντων καὶ πεντακισχιλίων ἀποθανόντων.

ἀπέβαλε

14
δὲ καὶ σκηνὴν καὶ χρήματα καὶ ὅλως σύμπασαν τὴν περὶ τὸ σῶμα θεραπείαν. ἀλλὰ ταῦτα μὲν αὐτῷ Πτολεμαῖος ἀπέπεμψε μετὰ τῶν φίλων, εὐγνώμονα καὶ φιλάνθρωπον ἀνειπὼν λόγον, ὡς οὐ περὶ πάντων ἅμα, περὶ δόξης δὲ καὶ ἀρχῆς πολεμητέον ἐστὶν αὐτοῖς. Δημήτριος δὲ δεξάμενος εὔξατο τοῖς θεοῖς μὴ πολὺν χρόνον ὀφειλέτην γενέσθαι Πτολεμαίῳ χάριτος, ἀλλὰ ταχέως ἀμείψασθαι διὰ τῶν ὁμοίων.

καὶ πάθος οὐ μειρακίου παθὼν ἐν ἀρχῇ πράξεως ἀνατραπέντος, ἀλλʼ ἐμβριθοῦς στρατηγοῦ κεχρημένου πραγμάτων μεταβολαῖς, ἀνδρῶν τε συλλογῆς καὶ κατασκευῆς ὅπλων ἐπεμελεῖτο καὶ τὰς πόλεις διὰ χειρὸς εἶχε καὶ τοὺς ἀθροιζομένους ἐγύμναζεν.