Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν, ἔφρασε τὴν ὄψιν αὐτῷ, καὶ ὅτι πάντως τὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν. ἀκούσας δὲ ὁ Δημήτριος ἠχθέσθη σφόδρα, καὶ τοῦ νεανίσκου, καθάπερ εἰώθει, γενομένου παρʼ αὐτῷ καὶ συνόντος ἐπὶ σχολῆς, φθέγξασθαι μὲν οὐκ ἐτόλμησεν οὐδὲ τῇ φωνῇ κατειπεῖν διὰ τὸν ὅρκον, ὑπαγαγὼν δὲ κατὰ μικρὸν ἀπὸ τῶν φίλων, ὡς ἐγεγόνεσαν μόνοι καθʼ αὑτούς, τῷ στύρακι τῆς λόγχης κατέγραφεν εἰς

12
τὴν γῆν ὁρῶντος αὐτοῦ, φεῦγε, Μιθριδάτα.

συνεὶς δὲ ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καππαδοκίαν. καὶ ταχὺ τὴν Ἀντιγόνῳ γενομένην ὄψιν ὕπαρ αὐτῷ συνετέλει τὸ χρεών. πολλῆς γὰρ καὶ ἀγαθῆς ἐκράτησε χώρας, καὶ τὸ τῶν Ποντικῶν βασιλέων γένος ὀγδόῃ που διαδοχῇ παυσάμενον ὑπὸ Ῥωμαίων ἐκεῖνος παρέσχε. ταῦτα μὲν οὖν εὐφυΐας δείγματα τοῦ Δημητρίου πρὸς ἐπιείκειαν καὶ δικαιοσύνην.

ἐπεὶ δέ, ὥσπερ ἐν τοῖς Ἐμπεδοκλέους στοιχείοις διὰ τὸ νεῖκος καὶ τὴν φιλίαν ἔνεστι διαφορὰ πρὸς ἄλληλα καὶ πόλεμος, μᾶλλον δὲ τοῖς ἀλλήλων ἁπτομένοις καὶ πελάζουσιν, οὕτω τὸν πᾶσι τοῖς Ἀλεξάνδρου διαδόχοις πρὸς ἀλλήλους ὄντα συνεχῆ πόλεμον αἱ τῶν πραγμάτων καὶ τῶν τόπων συνάφειαι πρὸς ἐνίους ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλον ἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεμαῖον,