Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὡς γὰρ ἐγγὺς ἐλθὼν τῷ Πύρρῳ παρεστρατοπέδευσεν, ἀεὶ μὲν αὐτοῦ τὴν ἐν τοῖς ὅπλοις λαμπρότητα θαυμάζοντες, ἔκ τε τοῦ παλαιοτάτου καὶ βασιλικώτατον[*](καὶ βασιλικώτατον Coraës and Sintenis, with the best MSS.; Bekker omits the καί. ) εἰθισμένοι νομίζειν τὸν ἐν τοῖς ὅπλοις κράτιστον, τότε δὲ καὶ πρᾴως κεχρῆσθαι τοῖς ἁλισκομένοις πυνθανόμενοι, πάντως δὲ καὶ πρὸς ἕτερον καὶ πρὸς τοῦτον ἀπαλλαγῆναι τοῦ Δημητρίου ζητοῦντες, ἀπεχώρουν λάθρα καὶ κατʼ ὀλίγους τό γε πρῶτον, εἶτα φανερῶς ἅπαν εἶχε κίνησιν καὶ ταραχὴν τὸ στρατόπεδον,

τέλος δὲ τῷ Δημητρίῳ τολμήσαντές τινες προσελθεῖν ἐκέλευον ἀπιέναι καὶ σώζειν αὑτόν· ἀπειρηκέναι γὰρ ἤδη

112
Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυφῆς πολεμοῦντας. οὗτοι μετριώτατοι τῶν λόγων ἐφαίνοντο τῷ Δημητρίῳ πρὸς τὴν τῶν ἄλλων τραχύτητα· καὶ παρελθὼν ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς, ἀλλʼ ὑποκριτής, μεταμφιέννυται χλαμύδα φαιὰν ἀντὶ τῆς τραγικῆς ἐκείνης, καὶ διαλαθὼν ὑπεχώρησεν.

ὁρμησάντων δὲ τῶν πλείστων εὐθὺς ἐφʼ ἁρπαγὴν καὶ πρὸς ἀλλήλους διαμαχομένων καὶ τὴν σκηνὴν διασπώντων, ἐπιφανεὶς ὁ Πύρρος ἐκράτησεν αὐτοβοεὶ καὶ κατέσχε τὸ στρατόπεδον. καὶ γίνεται πρὸς Λυσίμαχον αὐτῷ συμπάσης Μακεδονίας νέμησις, ἑπταετίαν ὑπὸ Δημητρίου βεβαίως ἀρχθείσης.