Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

δεξαμένου δὲ Πύρρου πολὺς περιέστη πόλεμος ἔτι μέλλοντα Δημήτριον. ἅμα γὰρ τὴν μὲν Ἑλλάδα πλεύσας στόλῳ μεγάλῳ Πτολεμαῖος ἀφίστη, Μακεδονίαν δὲ Λυσίμαχος ἐκ Θρᾴκης, ἐκ δὲ

110
τῆς ὁμόρου Πύρρος ἐμβαλόντες ἐλεηλάτουν. ὁ δὲ τὸν μὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδος κατέλιπεν, αὐτὸς δὲ βοηθῶν Μακεδονίᾳ πρῶτον ὥρμησεν ἐπὶ Λυσίμαχον. ἀγγέλλεται δὲ αὐτῷ Πύρρος ᾑρηκὼς πόλιν Βέροιαν.

καὶ τοῦ λόγου ταχέως εἰς τοὺς Μακεδόνας ἐμπεσόντος οὐδὲν ἔτι τῷ Δημητρίῳ κατὰ κόσμον εἶχεν, ἀλλὰ καὶ ὀδυρμῶν καὶ δακρύων καὶ πρὸς ἐκεῖνον ὀργῆς καὶ βλασφημιῶν μεστὸν ἦν τὸ στρατόπεδον, καὶ συμμένειν οὐκ ἤθελον, ἀλλʼ ἀπιέναι, τῷ μὲν λόγῳ πρὸς τὰ οἴκοι, τῇ δὲ ἀληθείᾳ πρὸς τὸν Λυσίμαχον.

ἔδοξεν οὖν τῷ Δημητρίῳ Λυσιμάχου μὲν ἀποστῆναι πορρωτάτω, πρὸς δὲ Πύρρον τρέπεσθαι· τὸν μὲν γὰρ ὁμόφυλον εἶναι καὶ πολλοῖς συνήθη δι’ Ἀλέξανδρον, ἔπηλυν δὲ καὶ ξένον ἄνδρα τὸν Πύρρον οὐκ ἂν αὑτοῦ προτιμῆσαι Μακεδόνας. τούτων μέντοι πολὺ διεψεύσθη τῶν λογισμῶν.