Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο· καὶ πυθόμενος Καίσαρα πᾶσαν ἄγοντα τήν στρατιὰν ἤδη καθʼ ὁδὸν εἶναι, παπαὶ, εἶπεν, ὡς ἐπʼ ἄνδρας ἡμᾶς ἐκεῖνος καὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλʼ ἕως παραμένουσιν οἱ ἱππεῖς

p.394
σῴζεσθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ δὲ τῇ πρὸς θάλασσαν φερούσῃ[*](φερούσῃ after this word one Paris MS. (C) has ἐχρῆτο πρὸς ἔξοδον (he used as an exit). Bekker adopts what other editors regard as a gloss, adding also καί; Sintenis2 assumes a lacuna.) τά τε πλοῖα τοῖς ὑφʼ ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας ἐφοδιάζων.

ἐπεὶ δὲ Μᾶρκος Ὀκτάβιος ἄγων δύο τάγματα πλησίον κατεστρατοπέδευσε καὶ πέμπων ἠξίου τὸν Κάτωνα περὶ ἀρχῆς διορίσασθαι πρὸς αὐτόν, ἐκείνῳ μὲν οὐθὲν ἀπεκρίνατο, πρὸς δὲ τοὺς φίλους εἶπεν εἶτα θαυμάζομεν ὅπως ἀπόλωλε τὰ πράγματα, τήν φιλαρχίαν ὁρῶντες ἡμῖν ἐν αὐτῷ τῷ ὀλέθρῳ βεβηκόσι παραμένουσαν;

ἐν τούτῳ δὲ τοὺς ἱππεῖς ἀκούσας ἀπιόντας ἤδη φέρειν καὶ ἄγειν τὰ τῶν Ἰτυκαίων ὥσπερ λάφυρα, δρόμῳ συνέτεινε πρὸς αὐτούς καὶ τοῖς πρώτοις ἐντυχὼν ἀφῃρεῖτο, τῶν δὲ ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος, πάντες δὲ ὑπʼ αἰσχύνης σιωπῇ καὶ κάτω βλέποντες ἀπῄεσαν. ὁ δὲ Κάτων εἰς τήν πόλιν τοὺς Ἰτυκαίους συναγαγών ἐδεῖτο περὶ τῶν τριακοσίων, μὴ παροξῦναι Καίσαρα κατʼ αὐτῶν, ἀλλὰ καὶ κοινῇ τήν σωτηρίαν πράττειν ἀλλήλοις.

εἶτα πάλιν τραπόμενος πρὸς τήν θάλατταν ἐπεσκόπει τοὺς ἐμβαίνοντας, καὶ τῶν φίλων καὶ ξένων ὅσους ἔπεισεν ἠσπάζετο καὶ προὔπεμπε. τὸν δὲ υἱὸν οὐκ ἔπεισε λαβεῖν πλοῖον, οὐδὲ ᾤετο δεῖν ἀποτρέπειν περιεχόμενον τοῦ πατρός, ἦν δέ τις Στατύλλιος, ἀνὴρ τῇ μὲν ἡλικίᾳ, νέος, ἰσχυρὸς δέ τῇ

p.396
γνώμῃ βουλόμενος εἶναι καὶ τοῦ Κάτωνος ἀπομιμεῖσθαι τὴν ἀπάθειαν.

τοῦτον ἠξίου πλεῖν· καὶ γὰρ ἦν καταφανὴς μισοκαῖσαρ· ὡς δὲ οὐκ ἤθελεν, Ἀπολλωνίδῃ τῷ Στωϊκῷ καὶ Δημητρίῳ τῷ Περιπατητικῷ προσβλέψας ὁ Κάτων, ὑμέτερον, εἶπεν, ἔργον οἰδοῦντα τοῦτον μαλάξαι καὶ καταρτίσαι πρὸς τὸ συμφέρον αὐτὸς δὲ τοὺς λοιποὺς συνεκπέμπων καὶ χρηματίζων τοῖς δεομένοις τήν τε νύκτα διέτριβε περὶ ταῦτα καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον μέρος.