Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὡς οὖν ἔχων αὐτούς ἀφίκετο καὶ τοὺς μὲν ἐπὶ τὰς πύλας κατέστησε, τοῖς δὲ τὴν ἄκραν φυλάττειν παρέδωκεν, ἔδεισαν οἱ τριακόσιοι μὴ δίκην δῶσι τῆς μεταβολῆς· καὶ πρὸς τὸν Κάτωνα πέμποντες ἐδέοντο πάντως ἀφικέσθαι πρὸς αὑτούς, οἱ. δὲ συγκλητικοὶ περιχυθέντες οὐκ εἴων, οὐδὲ ἔφασαν προήσεσθαι τὸν κηδεμόνα καὶ σωτῆρα τοῖς ἀπίστοις καὶ προδόταις.

σαφεστάτη γὰρ, ὡς ἔοικεν, αἴσθησις τότε παρέστη καὶ πόθος καὶ θαῦμα τῆς τοῦ Κάτωνος ἀρετῆς πᾶσιν ὁμαλῶς τοῖς ἐν τῇ Ἰτύκῃ γενομένοις, ὡς οὐδὲν ἄρα κίβδηλον οὐδὲ ἀπατηλὸν ἐμέμικτο τοῖς πραττομένοις ὑπʼ αὐτοῦ. πάλαι δὲ ἅνθρωπος ἑαυτὸν ἐγνωκὼς ἀνελεῖν

p.392
δεινοὺς πόνους ἐπόνει καὶ φροντίδας καὶ ὠδῖνας εἶχεν ὑπὲρ ἄλλων, ὅπως εἰς ἀσφαλὲς καταστήσας ἅπαντας ἀπαλλάξαιτο τοῦ ζῆν.

οὐ γὰρ ἦν ἄδηλος

paris.1624.791
ἡ πρὸς τὸν θάνατον αὐτοῦ φορά, καίπερ οὐ φάσκοντος. ὑπήκουσεν οὖν τότε τοῖς τριακοσίοις παραμυθησάμενος τοὺς συγκλητικούς· καὶ μόνος ἧκε πρὸς αὐτούς χάριν ἔχειν ὁμολογοῦντας καὶ δεομένους τὰ μὲν ἄλλα χρῆσθαι καὶ πιστεύειν, εἰ δὲ Κάτωνες οὐκ εἰσὶν οὐδὲ τὸ Κάτωνος φρόνημα χωροῦσιν, οἰκτείρειν τὴν ἀσθένειαν αὐτῶν·

ἐγνωκότες δʼ οὖν Καίσαρος δεῖσθαι καὶ πέμπειν πρὸς αὐτόν, ὑπὲρ ἐκείνου μάλιστα καὶ πρώτου ποιήσεσθαι δέησιν· εἰ δὲ μὴ πείθοιεν, οὐδʼ αὐτοῖς διδομένην δέξεσθαι τὴν χάριν, ἀλλʼ ἄχρι ἂν ἐμπνέωσι πολεμήσειν ὑπὲρ ἐκείνου. πρὸς ταῦτα ὁ Κάτων ἐπαινέσας τὴν εὔνοιαν ἔφη χρῆναι τῆς αὐτῶν σωτηρίας ἕνεκα πέμπειν κατὰ τάχος, ὑπὲρ αὐτοῦ δὲ μὴ δεῖσθαι·

κεκρατημένων γὰρ εἶναι δέησιν καὶ ἀδικούντων παραίτησιν αὐτὸς δὲ οὐ μόνον ἀήττητος γεγονέναι παρὰ πάντα τὸν βίον, ἀλλὰ καὶ νικᾶν ἐφʼ ὅσον ἐβούλετο καὶ κρατεῖν Καίσαρος τοῖς καλοῖς καὶ δικαίοις· ἐκεῖνον δʼ εἶναι τὸν ἑαλωκότα καὶ νενικημένον ἃ γὰρ ἠρνεῖτο πράττων κατὰ τῆς πατρίδος πάλαι, νῦν ἐξηλέγχθαι καὶ πεφωρᾶσθαι.