Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

δὲ Κάτων ʼὑπονοῶν τὴν μεταβολὴν οὐκ ἤλεγχε, τῷ μέντοι Σκηπίωνι καὶ τῷ Ἰόβᾳ γράψας ἀπέχεσθαι τῆς Ἰτύκης ἀπιστίᾳ Τῶν τριακοσίων ἐξέπεμψε τοὺς γραμματοφόρους. τῶν δὲ ἱππέων οἱ διαφυγόντες ἀπὸ τῆς μάχης, ἀριθμὸς οὐκ εὐκαταφρόνητος, προσελάσαντες τῇ Ἰτύκῃ πέμπουσι πρὸς τὸν Κάτωνα τρεῖς ἄνδρας οὐ τὴν αὐτὴν γνώμην ἀπὸ πάντων ἔχοντας.

οἱ μὲν γὰρ ἀπιέναι πρὸς Ἰόβαν, οἱ δὲ τῷ Κάτωνι προσχωρεῖν ὥρμηντο, τοὺς δὲ καὶ δέος εἶχεν εἰς Ἰτύκην παριέναι. ταῦτα ὁ Κάτων ἀκούσας τοῖς μὲν τριακοσίοις ἐκέλευσε προσέχειν Μᾶρκον Ῥούβριον,

paris.1624.790
ἀτρέμα τὰς ἀπογραφὰς Τῶν ἐλευθερούντων δεχόμενον καὶ μὴ προσβιαζόμενον,

αὐτὸς δὲ τοὺς συγκλητικοὺς ἀναλαβὼν προῆλθεν ἔξω τῆς Ἰτύκης, καὶ τοῖς ἱππάρχοις ἐνέτυχε δεόμενος μὴ προέσθαι Ῥωμαίων ἄνδρας ἀπὸ βουλῆς τοσούτους μηδὲ Ἰόβαν ἑλέσθαι στρατηγὸν ἀντὶ Κάτωνος, ἀλλὰ σῴζεσθαι κοινῇ καὶ σῴζειν, παρελθόντας εἰς πόλιν οὔτε κατὰ κράτος ἁλώσιμον εἰς

p.388
ἔτη τε πάμπολλα σῖτον καὶ τὴν ἄλλην παρασκευὴν ἔχουσαν.

ταῦτα δὲ καὶ Τῶν συγκλητικῶν δεομένων καὶ δακρυόντων οἱ μὲν ἵππαρχοι διελέγοντο τοῖς ἱππεῦσιν, ὁ δὲ Κάτων ἐπὶ χώματός τινος καθίσας μετὰ Τῶν συγκλητικῶν ἀνέμενε τὰς ἀποκρίσεις.