Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔδοξεν οὖν τῷ Κάτωνι τοὺς γραμματοφόρους ἐπισχεῖν, ἄχρι οὗ βεβαιώσῃ τὰ παρὰ τῶν τριακοσίων, οἱ μὲν γὰρ ἀπὸ βουλῆς ἦσαν πρόθυμοι, καὶ τοὺς οἰκέτας εὐθὺς ἀφιέντες ἐλευθέρους ὥπλιζον τῶν δὲ τριακοσίων, ἅτε δὴ πλωτικῶν καὶ δανειστικῶν ἀνθρώπων καὶ τὸ πλεῖστον ἐν τοῖς οἰκέταις τῆς οὐσίας ἐχόντων, οὐ πολὺν οἱ Κάτωνος λόγοι χρόνον ἐμμείναντες ἐξερρύησαν·

καθάπερ γὰρ τῶν σωμάτων τὰ μανὰ δέχεται ῥᾳδίως τὴν θερμότητα καὶ πάλιν μεθίησι, τοῦ πυρὸς ἀπαχθέντος ψυχούμενα, παραπλησίως ἐκείνους ὁ μὲν Κάτων ὁρώμενος ἀνεζωπύρει καὶ διεθέρμαινεν, αὐτοὺς δὲ ἑαυτοῖς λόγον διδόντας ὁ Καίσαρος φόβος ἐξέκρουσε τῆς πρὸς Κάτωνα καὶ τὸ καλὸν αἰδοῦς. τίνες γὰρ, ἔφασαν, ὄντες, τίνι τὸ προστασσόμενον ποιεῖν ἀπαξιοῦμεν;

οὐχὶ Καῖσαρ μὲν οὗτος εἰς ὃν ἡ Ῥωμαίων ἅπασα περιέστηκεν ἰσχύς; ἡμῶν δὲ Σκηπίων οὐδεὶς οὐδὲ Πομπήϊος οὐδὲ Κάτων, ἀλλὰ ἐν οἷς καιροῖς πάντες ἄνθρωποι ταπεινότερα τῶν προσηκόντων διὰ φόβον φρονοῦσιν, ἐν τούτοις ἡμεῖς ὑπερμαχοῦντες τῆς Ῥωμαίων ἐλευθερίας πολεμοῦμεν ἐξ Ἰτύκης ᾧ Κάτων μετὰ Πομπηΐου Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας; καὶ

p.386
δούλους ἐλευθεροῦμεν κατὰ Καίσαρος, οἷς αὐτοῖς ἐλευθερίας, ὅσον ἂν ἐκεῖνος θέλῃ, μέτεστιν; ἀλλʼ ἔτι νῦν, ὦ μοχθηροὶ, γνόντες ἑαυτοὺς παραιτώμεθα τὸν κρατοῦντα καὶ πέμψωμεν τοὺς δεησομένους.

ταῦτα οἱ μετριώτατοι τῶν τριακοσίων παρῄνουν οἱ δὲ πλεῖστοι τοῖς συγκλητικοῖς ἐπεβούλευον, ὡς, εἰ τούτους συλλάβοιεν, ἱλασόμενοι τὴν πρὸς αὐτοὺς ὀργὴν τοῦ Καίσαρος.