Cato the Younger
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ἐπεὶ δὲ Καίσαρα διώκων Πομπήϊος εἰς Θεσσαλίαν ἀνεζεύγνυε πολλὰ καταλιπὼν περὶ Δυρράχιον ὅπλα καὶ χρήματα καὶ σώματα συγγενῆ καὶ οἰκεῖα, πάντων ἀπέδειξεν ἡγεμόνα καὶ φύλακα τὸν Κάτωνα πεντεκαίδεκα σπείρας ἔχοντα στρατιωτῶν διὰ πίστιν ἅμα καὶ φόβον τοῦ ἀνδρός, ἡττωμένῳ μὲν γὰρ πάντων εἶναι βεβαιότατον ἐνόμιζεν, εἰ δὲ νικῴη, μὴ ἐπιτρέψειν παρόντα χρήσασθαι τοῖς πράγμασιν ὡς προῄρηται.
πολλοὶ δὲ καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ἀπερρίφησαν ἐν Δυρραχίῳ μετὰ Κάτωνος. γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης οὕτως ἔστη τοῖς λογισμοῖς ὁ Κάτων ὡς, εἰ μὲν τεθνήκοι
οὕτω δὴ διαβαλὼν εἰς Κέρκυραν, ὅπου τὸ ναυτικὸν ἦν, ἐξίστατο μὲν Κικέρωνι τῆς ἀρχῆς ὡς ὑπατικῷ στρατηγικός, οὐ δεξαμένου δὲ Κικέρωνος, ἀλλʼ ἀπαίροντος εἰς Ἰταλίαν, ἰδὼν τὸν Πομπήϊον ὑπʼ αὐθαδείας καὶ φρονήματος ἀκαίρου βουλόμενον κολάζειν τοὺς ἀποπλέοντας, πρώτῳ δὲ μέλλοντα τῷ Κικέρωνι προσφέρειν τὰς χεῖρας, ἐνουθέτησεν ἰδίᾳ καὶ κατεπράϋνεν, ὥστε τὸν Κικέρωνα περισῶσαι σαφῶς ἐκ θανάτου καὶ τοῖς ἄλλοις ἄδειαν παρασχεῖν.
τεκμαιρόμενος δὲ Πομπήϊον Μᾶγνον εἰς Αἴγυπτον ἢ Λιβύην διεκπεσεῖσθαι καὶ σπεύδων πρὸς ἐκεῖνον ἀνήχθη μὲν ἔχων ἅπαντας, ἔπλει δὲ πρῶτον ἀπιέναι διδοὺς καὶ ὑπολείπεσθαι τοὺς οὐ προθύμως συστρατευομένους, ἁψάμενος δὲ Λιβύης καὶ παραπλέων ἐντυγχάνει Σέξτῳ τῷ νεωτέρῳ τῶν Πομπηΐου παίδων ἀγγέλλοντι τὴν ἐπʼ Αἰγύπτου τοῦ πατρὸς τελευτήν.
πάντες μὲν οὖν βαρέως ἤνεγκαν, οὐδεὶς δὲ μετὰ Πομπήϊον ἠξίου Κάτωνος παρόντος οὐδὲ ἀκούειν ἄλλον ἡγεμόνα, διὸ καὶ Κάτων αἰδούμενος καὶ οἰκτείρων ἄνδρας ἀγαθοὺς καὶ πίστεως δεδωκότας πεῖραν ἐπὶ ξένης ἐρήμους καὶ ἀπόρους ἀπολιπεῖν, ὑπέστη τε τὴν ἀρχὴν καὶ παρῆλθεν εἰς Κυρήνην· ἐδέξαντο γὰρ
ἐνταῦθα πυνθανόμενος Σκηπίωνα τὸν Πομπηΐου πενθερὸν ὑπὸ Ἰόβα τοῦ βασιλέως ἀνειλῆφθαι, καὶ Οὔαρον Ἄττιον, ὃς ἦν ὑπὸ Πομπηΐου Λιβύης ἀποδεδειγμένος ἡγεμών, εἶναι σὺν αὐτοῖς μετὰ δυνάμεως, ἐξώρμησε πεζῇ χειμῶνος ὥρᾳ, πολλοὺς μὲν ὄνους ὕδωρ κομίζοντας συναγαγών,
ἡμέρας δὲ συνεχῶς ἑπτὰ τῆς πορείας γενομένης πρῶτος ἡγήσατο μήτε ἵππῳ μήτε ὑποζυγίῳ χρησάμενος. ἐδείπνει δὲ καθήμενος ἀφʼ ἧς ἡμέρας τὴν κατὰ Φάρσαλον ἧτταν ἔγνω καὶ τοῦτο τῷ λοιπῷ προσέθηκε πένθει, τὸ μὴ κατακλιθῆναι πλὴν καθεύδων. ἐν δὲ Λιβύῃ διαγαγὼν τοῦ χειμῶνος ἐξήγαγε τὴν στρατιάν ἦσαν δὲ μυρίων ὀλίγον ἀποδέοντες.