Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐκπεμφθεὶς δὲ εἰς Ἀσίαν, ὡς τοῖς ἐκεῖ συνάγουσι πλοῖα καὶ στρατιὰν ὠφέλιμος γένοιτο, Σερβιλίαν ἐπηγάγετο τὴν ἀδελφὴν καὶ τὸ Λευκούλλου παιδίον ἐξ ἐκείνης γεγονός, ἠκολούθησε

p.366
γὰρ αὐτῷ χηρεύουσα, καὶ πολὺ τῶν εἰς τὸ ἀκόλαστον αὐτῆς διαβολῶν ἀφεῖλεν ὑποδῦσα τὴν ὑπὸ Κάτωνι φρουρὰν καὶ πλάνην καὶ δίαιταν ἑκουσίως.

ἀλλʼ ὅ γε Καῖσαρ οὐδὲ τῶν ἐπʼ ἐκείνῃ βλασφημιῶν τοῦ Κάτωνος ἐφείσατο. πρὸς μὲν οὖν τἆλλα τοῦ Κάτωνος οὐδὲν, ὡς ἔοικεν, ἐδεήθησαν οἱ Πομπηΐου στρατηγοί, Ῥοδίους δὲ πειθοῖ προσαγαγόμενος καὶ τὴν Σερβιλίαν αὐτόθι καὶ τὸ παιδίον ἀπολιπών ἐπανῆλθε πρὸς Πομπήϊον, ἤδη πεζικῆς τε λαμπρᾶς καὶ ναυτικῆς δυνάμεως περὶ αὐτὸν οὔσης.

ἔνθα δὴ καὶ μάλιστα τῆς γνώμης κατάφωρος ἔδοξε γεγονέναι Πομπήϊος, ὥρμησε μὲν γὰρ ἐγχειρίσαι τῷ Κάτωνι τὴν τῶν νεῶν ἡγεμονίαν ἦσαν δὲ πεντακοσίων μὲν οὐκ ἐλάττους αἱ μάχιμοι, λιβυρνικὰ δὲ καὶ κατασκοπικὰ καὶ ἄφρακτα παμπληθῆ·

ταχὺ δὲ ἐννοήσας ἢ διδαχθεὶς ὑπὸ τῶν φίλων ὡς ἕν ἐστι κεφάλαιον Κάτωνι πάσης πολιτείας ἐλευθερῶσαι τὴν πατρίδα, κἂν γένηται κύριος τηλικαύτης δυνάμεως, ἧς ἂν ἡμέρας καταγωνίσωνται Καίσαρα, τῆς αὐτῆς ἐκείνης ἀξιώσει καὶ Πομπήϊον τὰ ὅπλα καταθέσθαι καὶ τοῖς νόμοις ἕπεσθαι, μετέγνω, καίπερ ἤδη διειλεγμένος αὐτῷ, καὶ Βύβλον ἀπέδειξε ναύαρχον.

οὐ μὴν ᾔσθετό γε παρὰ τοῦτο τῆς προθυμίας τοῦ Κάτωνος ἀμβλυτέρας· ἀλλὰ καὶ λέγεται πρός τινα μάχην πρὸ τὸν Δυρραχίου αὐτοῦ τε Πομπηΐου παρορμῶντος

paris.1624.786
τὴν δύναμιν, καὶ τῶν ἄλλων ἕκαστον ἡγεμόνων εἰπεῖν τι καὶ προτρέψασθαι κελεύοντος, ἀργῶς καὶ σιωπῇ τοὺς στρατιώτας ἀκούειν,
p.368
Κάτωνος δὲ μετὰ πάντας ὅσα καιρὸν εἶχε τῶν ἀπὸ φιλοσοφίας ἀκούειν λεγομένων περὶ ἐλευθερίας καὶ ἀρετῆς καὶ θανάτου καὶ δόξης διελθόντος αὐτοπαθῶς,

καὶ τελευτῶντα τρέψαντος τὸν λόγον εἰς θεῶν ἀνάκλησιν, ὡς παρόντων καὶ ἐφορώντων τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, τηλικοῦτον ἀλαλαγμὸν γενέσθαι καὶ τοσοῦτον κίνημα τῆς στρατιᾶς ἐπαρθείσης ὥστε πάντας ἐλπίδων μεστοὺς ἐπὶ τὸν κίνδυνον ὁρμῆσαι τοὺς ἡγεμόνας, τρεψαμένων δὲ καὶ κρατησάντων ἀφείλετο τὴν παντελῆ νίκην ὁ Καίσαρος δαίμων, τῇ Πομπηΐου χρησάμενος εὐλαβείᾳ καὶ ἀπιστίᾳ περὶ τὸ εὐτύχημα.

ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Πομπηΐου γέγραπται. χαιρόντων δὲ πάντων καὶ μεγαλυνόντων τὸ ἔργον ὁ Κάτων ἀπεδάκρυε τὴν πατρίδα, καὶ τὴν ὀλέθριον καὶ κακοδαίμονα φιλαρχίαν ὠδύρετο, πολλοὺς καὶ ἀγαθοὺς ὁρῶν πολίτας ὑπʼ ἀλλήλων πεπτωκότας.