Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

διὸ καὶ τῷ Κάτωνι πάντες οἱ μεγάλοι προσεπολέμουν ὡς ἐλεγχόμενοι· Πομπήϊος δὲ καὶ κατάλυσιν τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐκείνου δόξαν ἡγούμενος ἀεί τινας προσέβαλλεν αὐτῷ λοιδορησομένους, ὧν καὶ Κλώδιος ἦν ὁ δημαγωγός, αὖθις εἰς Πομπήϊον ὑπορρυεὶς καὶ καταβοῶν τοῦ

p.346
Κάτωνος, ὡς πολλὰ μὲν ἐκ Κύπρου χρήματα νοσφισαμένου, Πομπηΐῳ δὲ πολεμοῦντος ἀπαξιώσαντι γάμον αὐτοῦ θυγατρός.

ὁ δὲ Κάτων ἔλεγεν ὅτι χρήματα μὲν ἐκ Κύπρου τοσαῦτα τῇ πόλει συναγάγοι μήτε ἵππον ἕνα μήτε στρατιώτην λαβών, ὅσα Πομπήϊος ἐκ πολέμων τοσούτων καὶ θριάμβων τὴν οἰκουμένην κυκήσας οὐκ ἀνήνεγκε, κηδεστὴν δὲ μηδέποτε προελέσθαι Πομπήϊον, οὐκ ἀνάξιον ἡγούμενος, ἀλλʼ ὁρῶν τὴν ἐν τῇ πολιτείᾳ διαφοράν.

αὐτὸς μὲν γὰρ, ἔφη, διδομένης μοι μετὰ τὴν στρατηγίαν ἐπαρχίας ἀπέστην, οὗτος δὲ τὰς μὲν ἔχει λαβών, τὰς δὲ δίδωσιν ἑτέροις· νυνὶ δὲ καὶ τέλος ἑξακισχιλίων ὁπλιτῶν Καίσαρι κέχρηκεν εἰς Γαλατίαν ὃ οὔτʼ ἐκεῖνος ᾔτησε παρʼ ὑμῶν οὔτε οὗτος ἔδωκε μεθʼ ὑμῶν, ἀλλὰ δυνάμεις τηλικαῦται καὶ ὅπλα καὶ ἵπποι χάριτές εἰσιν ἰδιωτῶν καὶ ἀντιδόσεις.

καλούμενος δὲ αὐτοκράτωρ καὶ στρατηγός ἄλλοις τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας παραδέδωκεν, αὐτὸς δὲ τῇ πόλει παρακάθηται στάσεις ἀγωνοθετῶν ἐν ταῖς παραγγελίαις καὶ θορύβους μηχανώμενος, ἐξ ὧν οὐ λέληθε διʼ ἀναρχίας μοναρχίαν ἑαυτῷ μνηστευόμενος.