Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τῶν δὲ μετιόντων ἀρχὴν ἕκαστος ἀπόρῳ πάθει συνείχετο, φοβούμενος μὲν αὐτὸς δεκάζειν, φοβούμενος δὲ ἑτέρου τοῦτο πράξαντος ἐκπεσεῖν τῆς ἀρχῆς, ἔδοξεν οὖν αὐτοῖς εἰς ταὐτὸ συνελθοῦσι

paris.1624.781
παραβαλέσθαι δραχμῶν ἕκαστον ἀργυρίου δεκαδύο ἥμισυ μυριάδας, εἶτα μετιέναι τὴν ἀρχὴν πάντας ὀρθῶς καὶ δικαίως. τὸν δὲ παραβάντα καὶ χρησάμενον δεκασμῷ στέρεσθαι τοῦ ἀργυρίου.

ταῦτα ὁμολογήσαντες αἱροῦνται φύλακα καὶ βραβευτὴν καὶ μάρτυρα τὸν Κάτωνα καὶ τὰ χρήματα φέροντες ἐκείνῳ παρετίθεντο· καὶ τὰς συνθήκας ἐγράψαντο πρὸς ἐκεῖνον, ἀντὶ τῶν

p.344
χρημάτων ἐγγυητὰς λαβόντα, τὰ δὲ χρήματα μὴ δεξάμενον. ὡς δὲ ἧκεν ἡ κυρία τῆς ἀναδείξεως, παραστὰς ὁ Κάτων τῷ βραβεύοντι δημάρχῳ καὶ παραφυλάξας τὴν ψῆφον, ἕνα τῶν παραβαλομένων ἀπέφηνε κακουργοῦντα καὶ προσέταξεν ἀποδοῦναι τοῖς ἄλλοις τὸ ἀργύριον.

ἀλλʼ ἐκεῖνοι μὲν ἐπαινέσαντες αὐτοῦ τὴν ὀρθότητα καὶ θαυμάσαντες ἀνεῖλον τὸ πρόστιμον ὡς ἱκανὴν δίκην ἔχοντες παρὰ τοῦ ἀδικήσαντος· τοὺς δὲ ἄλλους ἐλύπησεν ὁ Κάτων καὶ φθόνον ἔσχεν ἀπὸ τούτου πλεῖστον, ὡς βουλῆς καὶ δικαστηρίων καὶ ἀρχόντων δύναμιν αὑτῷ περιποιησάμενος. οὐδεμιᾶς γὰρ ἀρετῆς δόξα καὶ πίστις ἐπιφθόνους ποιεῖ μᾶλλον ἢ τῆς δικαιοσύνης, ὅτι καὶ δύναμις αὐτῇ καὶ πίστις ἕπεται μάλιστα παρὰ τῶν πολλῶν.

οὐ γὰρ τιμῶσι μόνον, ὡς τοὺς ἀνδρείους, οὐδὲ θαυμάζουσιν, ὡς τοὺς φρονίμους, ἀλλὰ καὶ φιλοῦσι τοὺς δικαίους καὶ θαρροῦσιν αὐτοῖς καὶ πιστεύουσιν. ἐκείνων δὲ τοὺς μὲν φοβοῦνται, τοῖς δὲ ἀπιστοῦσι· πρὸς δὲ τούτοις ἐκείνους μὲν οἴονται φύσει μᾶλλον ἢ τῷ βούλεσθαι διαφέρειν, ἀνδρείαν καὶ φρόνησιν, τὴν μὲν ὀξύτητά τινα, τὴν δὲ εὐρωστίαν ψυχῆς τιθέμενοι, δικαίῳ δὲ ὑπάρχοντος εὐθὺς εἶναι τῷ βουλομένῳ μάλιστα τὴν ἀδικίαν ὡς κακίαν ἀπροφάσιστον αἰσχύνονται.