Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καὶ μέντοι καὶ λόγος ἐχώρει διὰ τοῦ σωφρονοῦντος

paris.1624.779
ἔτι τῆς πόλεως μέρους, ὡς οὐ περιοπτέον, εἰς ταὐτὸ τῆς Κράσσου καὶ Πομπηΐου δυνάμεως συνελθούσης, παντάπασιν ὑπέρογκον καὶ βαρεῖαν τὴν ἀρχὴν γενομένην, ἀλλʼ ἀφαιρετέον αὐτῆς τὸν
p.334
ἕτερον. καὶ συνίσταντο πρὸς τὸν Δομίτιον παρορμῶντες καὶ παραθαρρύνοντες ἀντιλαμβάνεσθαι· πολλοὺς γὰρ αὐτῷ καὶ τῶν σιωπώντων διὰ δέος ἐν ταῖς ψήφοις ὑπάρξειν.

τοῦτο δὴ δείσαντες οἱ περὶ τὸν Πομπήϊον ὑφεῖσαν ἐνέδραν τῷ Δομιτίῳ καταβαίνοντι ὄρθριον ὑπὸ λαμπάδων εἰς τὸ πεδίον, καὶ πρῶτος μὲν ὁ προφαίνων ἐπιστὰς τῷ Δομιτίῳ πληγεὶς καὶ πεσὼν ἀπέθανε· μετὰ δὲ τοῦτον ἤδη καὶ τῶν ἄλλων συντιτρωσκομένων ἐγίνετο φυγὴ πλὴν Κάτωνος καὶ Δομιτίου.

κατεῖχε γὰρ αὐτὸν ὁ Κάτων, καίπερ αὐτὸς εἰς τὸν βραχίονα τετρωμένος, καὶ παρεκελεύετο μένειν καὶ μὴ προλιπεῖν, ἕως ἐμπνέωσι, τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα πρὸς τοὺς τυράννους, οἳ τίνα τρόπον χρήσονται τῇ ἀρχῇ δηλοῦσι διὰ τηλικούτων ἀδικημάτων ἐπʼ αὐτὴν βαδίζοντες.

οὐχ ὑποστάντος δὲ τοῦ Δομιτίου τὸ δεινόν, ἀλλʼ εἰς τὴν οἰκίαν καταφυγόντος, ᾑρέθησαν μὲν ὕπατοι Πομπήϊος καὶ Κράσσος, οὐκ ἀπέκαμε δὲ ὁ Κάτων, ἀλλʼ αὐτὸς προελθὼν στρατηγίαν μετῄει, βουλόμενος ὁρμητήριον ἔχειν τῶν πρὸς ἐκείνους ἀγώνων καὶ πρὸς ἄρχοντας ἀντικαθίστασθαι μὴ ἰδιώτης, οἱ δὲ καὶ τοῦτο δείσαντες, ὡς τῆς στρατηγίας ἀξιομάχου διὰ Κάτωνα πρὸς τὴν ὑπατείαν γενησομένης,