Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ Κικέρων ἐκ τῆς φυγῆς, ἣν ἔφυγεν ὑπὸ Κλωδίου, κατελθών καὶ δυνάμενος μέγα τὰς δημαρχικὰς δέλτους, ἃς ὁ Κλώδιος ἔθηκεν ἀναγράψας εἰς τὸ Καπιτώλιον, ἀπέσπασε βίᾳ καὶ καθεῖλε τοῦ Κλωδίου μὴ παρόντος, ἐπὶ τούτοις δὲ βουλῆς ἀθροισθείσης καὶ τοῦ Κλωδίου κατηγοροῦντος ἔλεγε παρανόμως τῷ Κλωδίῳ τῆς δημαρχίας γενομένης ἀτελῆ καὶ ἄκυρα δεῖν εἶναι τὰ τότε πραχθέντα καὶ γραφέντα,

προσέκρουσεν ὁ Κάτων αὐτῷ λέγοντι, καὶ τέλος ἀναστὰς ἔφη τῆς μὲν Κλωδίου πολιτείας μηδὲν ὑγιὲς μηδὲ χρηστὸν ὅλως νομίζειν, εἰ δὲ ἀναιρεῖ τις ὅσα δημαρχῶν ἔπραξεν, ἀναιρεῖσθαι πᾶσαν αὐτοῦ τὴν περὶ Κύπρον πραγματείαν καὶ μὴ γεγονέναι τὴν ἀποστολὴν νόμιμον ἄρχοντος παρανόμου

p.332
ψηφισαμένου· παρανόμως μὲν οὐ δήμαρχον αἱρεθῆναι[*](μὲν οὐ δ. αἱρεθῆναι Sintenis, after Schaefer, for the MSS. μὲν οὖν δ. αἱρεθῆναι; Bekker has μὲν οὖν μὴ δ. αἱρεθῆναι. ) τὸν Κλώδιον ἐκ πατρικίων μεταστάντα νόμου διδόντος εἰς δημοτικὸν οἶκον, εἰ δὲ μοχθηρὸς, ὥσπερ ἄλλοι, γέγονεν ἄρχων, αὐτὸν εὐθύνειν τὸν ἀδικήσαντα, μὴ λύειν τὴν συναδικηθεῖσαν ἀρχὴν εἶναι προσῆκον, ἐκ τούτου διʼ ὀργῆς ὁ Κικέρων ἔσχε τὸν Κάτωνα, καὶ φίλῳ χ ρώμενος ἐπαύσατο χρόνον πολύν εἶτα μέντοι διηλλάγησαν.

ἐκ τούτου Πομπήϊος καὶ Κράσσος ὑπερβαλόντι τὰς Ἄλπεις Καίσαρι συγγενόμενοι γνώμην ἐποιήσαντο κοινῇ δευτέραν ὑπατείαν μετιέναι, καὶ καταστάντες εἰς αὐτὴν Καίσαρι μὲν τῆς ἀρχῆς ἄλλον τοσοῦτον ἐπιψηφίζεσθαι χρόνον, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν τὰς μεγίστας καὶ χρήματα καὶ στρατιωτικὰς δυνάμεις, ὅπερ ἦν ἐπὶ νεμήσει τῆς ἡγεμονίας καὶ καταλύσει τῆς πολιτείας συνωμοσία.

πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν μετιέναι τὴν ἀρχὴν τότε παρασκευαζομένων, τοὺς μὲν ἄλλους ὀφθέντες ἐν ταῖς παραγγελίαις ἀπέτρεψαν, μόνον δὲ Λεύκιον Δομίτιον Πορκίᾳ συνοικοῦντα τῇ ἀδελφῇ Κάτων ἔπεισε μὴ ἐκστῆναι μηδὲ ὑφέσθαι, τοῦ ἀγῶνος οὐ περὶ ἀρχῆς ὄντος, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἐλευθερίας.