Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

φανερᾶς δὲ τῆς παρασκευῆς αὐτῶν γενομένης, καὶ Κικέρωνος[*](καὶ Κικέρωνος so Sintenis2 for the corrupt MSS. ὡς ἐν τοῖς περὶ Κικέρωνος γέγραπται; Coraës and Bekker adopt the early anonymous correction καὶ Κικέρωνος, ὡς ἐν τοῖς περὶ ἐκείνοι γέγραπται. ) ἐν βουλῇ γνώμην προθέντος, ὁ μὲν πρῶτος εἰπὼν Σιλανὸς ἀπεφήνατο δοκεῖν αὐτῷ τὰ ἔσχατα παθεῖν χρῆναι τοὺς ἄνδρας, οἱ δὲ μετʼ αὐτὸν

p.288
ἐφεξῆς ἠκολούθησαν, ἄχρι Καίσαρος.

Καῖσαρ δὲ ἀναστάς, ἅτε δὴ καὶ δεινὸς εἰπεῖν καὶ πᾶσαν ἐν τῇ πόλει μεταβολὴν καὶ κίνησιν ὥσπερ ὕλην ὧν αὐτὸς διενοεῖτο βουλόμενος αὔξειν μᾶλλον ἢ σβεννυμένην περιορᾶν, ἐπαγωγὰ πολλὰ καὶ

paris.1624.770
φιλάνθρωπα διαλεχθείς ἀποκτεῖναι μὲν ἀκρίτους οὐκ εἴα τοὺς ἄνδρας, εἱρχθέντας δὲ τηρεῖν ἐκέλευσεν,

οὕτω δὲ τὰς γνώμας μετέστησε τῆς βουλῆς, φοβηθείσης τὸν δῆμον, ὥστε καὶ Σιλανὸν ἔξαρνον εἶναι καὶ λέγειν ὡς οὐδʼ αὐτὸς εἴποι θάνατον, ἀλλὰ εἱργμόν· ἔσχατον γὰρ ἀνδρὶ Ῥωμαίῳ τοῦτο κακῶν ἁπάντων.