Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀποφυγὼν δὲ ὁ Μουρήνας οὐ πονηροῦ πάθος οὐδὲ ἄφρονος ἔπαθεν ἀνθρώπου πρὸς τὸν Κάτωνά· καὶ γὰρ ὑπατεύων ἐχρῆτο συμβούλῳ τῶν μεγίστων, καὶ τἆλλα τιμῶν καὶ πιστεύων διετέλεσεν. αἴτιος δὲ ἦν ὁ Κάτων αὐτός, ἐπὶ τοῦ βήματος καὶ τοῦ συνεδρίου χαλεπὸς ὢν καὶ φοβερὸς ὑπὲρ τῶν δικαίων, εἶτα πᾶσιν εὐνοϊκῶς καὶ φιλανθρώπως προσφερόμενος.

πρὶν δὲ εἰς τὴν δημαρχίαν καθίστασθαι, Κικέρωνος ὑπατεύοντος, ἄλλοις τε πολλοῖς ἀγῶσι τὴν ἀρχὴν ὤρθωσεν αὐτοῦ καὶ ταῖς περὶ Κατιλίναν πράξεσι μεγίσταις καὶ καλλίσταις γενομέναις τέλος ἐπέθηκεν. αὐτὸς μὲν γὰρ ὁ Κατιλίνας ὀλέθριόν τε καὶ παντελῆ μεταβολὴν ἐπάγων τοῖς Ῥωμαίων πράγμασι καὶ στάσεις ὁμοῦ καὶ πολέμους ταράττων ἐξελεγχθεὶς ὑπὸ τοῦ Κικέρωνος ἐξέπεσε τῆς πόλεως,

Λέντλος δὲ καὶ Κέθηγος καὶ μετʼ αὐτῶν ἕτεροι συχνοὶ δεξάμενοι τὴν συνωμοσίαν, καὶ τῷ Κατιλίνᾳ δειλίαν καὶ μικρολογίαν τῶν τολμημάτων ἐπικαλοῦντες, αὐτοὶ διενοοῦντο τὴν πόλιν ἄρδην ἀναιρεῖν πυρί καὶ τὴν ἡγεμονίαν ἐθνῶν ἀποστάσεσι καὶ πολέμοις ἀλλοφύλοις ἀνατρέπειν.