Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐνστὰς δέ ποτε Κλωδίῳ τῷ δημαγωγῷ κινοῦντι καὶ ταράττοντι μεγάλων ἀρχὰς νεωτερισμῶν καὶ διαβάλλοντι πρὸς τὸν δῆμον ἱερεῖς καὶ ἱερείας,

p.280
ἐν οἷς καὶ Φαβία Τερεντίας ἀδελφὴ, τῆς Κικέρωνος γυναικὸς, ἐκινδύνευσε, τὸν μὲν Κλώδιον αἰσχύνῃ περιβαλὼν ἠνάγκασεν ὑπεκστῆναι τῆς πόλεως, τοῦ δὲ Κικέρωνος εὐχαριστοῦντος, τῇ πόλει δεῖν ἔχειν ἔφη χάριν αὐτόν, ὡς ἐκείνης ἕνεκα πάντα ποιῶν καὶ πολιτευόμενος.

ἐκ τούτου μεγάλη δόξα περὶ αὐτὸν ἦν, ὥστε ῥήτορα μὲν, δίκῃ τινὶ μαρτυρίας μιᾶς φερομένης, εἰπεῖν πρὸς τοὺς δικαστάς ὡς ἑνὶ μαρτυροῦντι προσέχειν, οὐδὲ Κάτωνι, καλῶς ἔχει, πολλοὺς δὲ ἤδη περὶ τῶν ἀπίστων καὶ παραδόξων, ὥσπερ ἐν παροιμίᾳ τινὶ, λέγειν ὅτι τοῦτο μὲν οὐδὲ Κάτωνος λέγοντος πιθανόν ἐστι.

μοχθηροῦ δὲ ἀνθρώπου καὶ πολυτελοῦς λόγον ἐν συγκλήτῳ διαθεμένου πρὸς εὐτέλειαν καὶ σωφρονισμόν ἐπαναστὰς Ἀμναῖος, ὦ ἄνθρωπε, εἶπε, τίς ἀνέξεταί σου δειπνοῦντος μὲν ὡς Λευκόλλου, οἰκοδομοῦντος δὲ ὡς Κράσσου, δημηγοροῦντος δὲ ἡμῖν ὡς Κάτωνος; καὶ τῶν ἄλλων δὲ τοὺς φαύλους καὶ ἀκολάστους, τοῖς λόγοις δὲ σεμνοὺς καὶ αὐστηρούς χλευάζοντες ἐκάλουν Κάτωνας.