Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐ μὴν οὐδὲ ἀπαλλαγεὶς τῆς ταμιείας ἀφῆκε τῆς φρουρᾶς ἔρημον τὸ ταμιεῖον, ἀλλʼ οἰκέται

p.278
μὲν αὐτοῦ καθʼ ἡμέραν ἀπογραφόμενοι τὰς διοικήσεις παρῆσαν, αὐτὸς δὲ βιβλία λόγους περιέχοντα δημοσίων οἰκονομιῶν ἀπὸ τῶν Σύλλα χρόνων εἰς τὴν ἑαυτοῦ ταμιείαν ὠνησάμενος πέντε ταλάντων ἀεὶ διὰ χειρὸς εἶχεν.

εἰς δὲ σύγκλητον εἰσῄει τε πρῶτος καὶ τελευταῖος ἀπηλλάττετο· πολλάκις δὲ τῶν ἄλλων σχολῇ συναγομένων καθεζόμενος ἀνεγίνωσκεν ἡσυχῇ, τὸ ἱμάτιον τοῦ βιβλίου προϊσχόμενος. ἀπεδήμησε δὲ οὐδέποτε βουλῆς γενομένης,

paris.1624.768
ἐπεὶ δὲ ὕστερον οἱ περὶ Πομπήϊον ἑώρων[*](ἐώρων Sintenis, with one Paris MS.; Coraës and Bekker have ὁρῶντες, with the other MSS.) αὐτὸν ἐν οἷς ἐσπούδαζον ἀδίκως ἀμετάπειστον καὶ δυσεκβίαστον ἀεί, διεμηχανῶντο φιλικαῖς τισι συνηγορίαις ἢ διαίταις ἢ πραγματείαις ἔξω περισπᾶν. συνεὶς οὖν ταχὺ τὴν ἐπιβουλὴν ἀπεῖπε πᾶσι καὶ παρετάξατο βουλῆς ἀγομένης μηδὲν ἄλλο πράττειν.

οὔτε γὰρ δόξης χάριν οὔτε πλεονεξίας οὔτε αὐτομάτως καὶ κατὰ τύχην, ὥσπερ ἕτεροί τινες, ἐμπεσὼν εἰς τὸ πράττειν τὰ τῆς πόλεως, ἀλλʼ ὡς ἴδιον ἔργον ἀνδρὸς ἀγαθοῦ τὴν πολιτείαν ἑλόμενος, μᾶλλον ᾤετο δεῖν προσέχειν τοῖς κοινοῖς ἢ τῷ κηρίῳ τὴν μέλιτταν, ὅς γε καὶ τὰ τῶν ἐπαρχιῶν πράγματα καὶ δόγματα καὶ κρίσεις καὶ πράξεις τὰς μεγίστας ἔργον πεποίητο διὰ τῶν ἑκασταχόθι ξένων καὶ φίλων πέμπεσθαι πρὸς αὐτόν.