Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀλλʼ οὐδὲ τούτοις ἐνέδωκεν ὁ Κάτων, καίπερ

paris.1624.766
ἐνίους τῶν φίλων μαλασσομένους καὶ ὑπομεμφομένους ὁρῶν, ἀλλὰ φήσας ὅτι πᾶσα δωροδοκία προφάσεως ἂν εὐπορήσειεν, οἱ δὲ φίλοι μεθέξουσιν ὧν ἂν ἔχῃ καλῶς καὶ δικαίως κτησάμενος, ἀπέπεμψε τὰ δῶρα πρὸς τὸν Δηϊόταρον.

ἐπεὶ δὲ μέλλοντος ἀπαίρειν εἰς τὸ Βρεντέσιον ᾤοντο δεῖν οἱ φίλοι τὰ λείψανα τοῦ Καιπίωνος εἰς ἕτερον θέσθαι πλοῖον, εἰπὼν ὅτι τῆς ψυχῆς μεθήσεται μᾶλλον ἢ τούτων, ἀνήχθη. καὶ μέντοι λέγεται κατὰ τύχην ἐπισφαλέστατα περᾶσαι, τῶν ἄλλων μετρίως κομιζομένων.

ἐπανελθὼν δὲ εἰς Ῥώμην τὸν μὲν ἄλλον χρόνον κατʼ οἶκον Ἀθηνοδώρῳ συνών,[*](συνὼν supplied by Sintenis2.) ἢ κατʼ ἀγορὰν τοῖς φίλοις παριστάμενος διετέλεσεν. ἐπιβάλλουσαν δὲ αὐτῷ τὴν ταμιευτικὴν ἀρχὴν οὐ πρότερον μετῆλθεν ἢ τούς τε νόμους ἀναγνῶναι τοὺς ταμιευτικοὺς καὶ διαπυθέσθαι τῶν ἐμπείρων ἕκαστα καὶ τύπῳ τινὶ τῆς ἀρχῆς τὴν δύναμιν περιλαβεῖν.