Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ γὰρ Κουρίων ἀχθόμενος τῷ αὐστηρῷ τοῦ Κάτωνος, φίλου καὶ συνήθους ὄντος, ἠρώτησεν αὐτόν εἰ πρόθυμός ἐστι μετὰ τὴν στρατείαν γενέσθαι τῆς Ἀσίας θεατής, τοῦ δὲ καὶ πάνυ φήσαντος, εὖ λέγεις, εἶπεν ὁ Κουρίων, ἡδίων γὰρ ἐπανήξεις ἐκεῖθεν καὶ μᾶλλον ἥμερος οὕτω πως καὶ τῷ ῥήματι χρησάμενος.

Δηϊόταρος δὲ ὁ Γαλάτης μετεπέμψατο μὲν τὸν Κάτωνα πρεσβύτερος ὢν ἤδη παραθέσθαι τοὺς παῖδας αὐτῷ βουλόμενος καὶ τὸν οἶκον, ἐλθόντι δὲ προσφέρων δῶρα παντοδαπὰ καὶ πειρῶν καὶ δεόμενος πάντα τρόπον οὕτω παρώξυνεν ὥστε, δείλης ἐλθόντα καὶ νυκτερεύσαντα, τῇ ὑστεραίᾳ περὶ τρίτην ὥραν ἀπᾶραι.

προελθὼν μέντοι μιᾶς

p.268
ἡμέρας ὁδόν εὗρεν ἐν Πεσσινοῦντι πλείονα τῶν ἐκεῖ δώρων αὖθις αὐτὸν ὑπομένοντα, καὶ γράμματα τοῦ Γαλάτου δεομένου, λαβεῖν αὐτὸς εἰ μὴ πρόθυμός ἐστιν, ἀλλὰ τοὺς φίλους ἐᾶσαι, πάντως μὲν ἀξίους ὄντας εὖ παθεῖν διʼ ἐκεῖνον οὐκ ὄντων δὲ τῶν ἰδίων τοῦ Κάτωνος τοσούτων.