Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐν δὲ Συρίᾳ καὶ γελοῖόν τι λέγεται παθεῖν. βαδίζων γὰρ εἰς Ἀντιόχειαν εἶδε περὶ τὰς πύλας ἔξω πλῆθος ἀνθρώπων ἑκατέρωθεν τῆς ὁδοῦ παρακεκριμένων, ἐν οἷς ἔφηβοι μὲν χωρὶς ἐν χλαμύσι[*](χλαμύσι MSS. and most editors: χλανίσι (mantles), after Cobet.) καὶ παῖδες ἑτέρωθεν κοσμίως εἱστήκεσαν, ἐσθῆτας δὲ καθαρὰς ἔνιοι καὶ στεφάνους

paris.1624.765
εἶχον, ἱερεῖς θεῶν ὄντες ἢ ἄρχοντες, πάντων οὖν μᾶλλον οἰηθεὶς ὁ Κάτων αὐτῷ τινα πράττεσθαι τιμὴν καὶ δεξίωσιν ὑπὸ τῆς πόλεως, ὠργίζετο μὲν τοῖς προπεμφθεῖσι τῶν ἰδίων, ὡς μὴ κωλύσασιν, ἐκέλευσε δὲ καταβῆναι τοὺς φίλους, καὶ πεζῇ προῄει μετʼ αὐτῶν.

ὡς δʼ ἐγγὺς ἦσαν, ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ τὸν ὄχλον εἰς τάξιν καθιστάς, ἀνὴρ πρεσβύτερος ἤδη, ῥάβδον ἐν τῇ χειρὶ καὶ στέφανον κρατῶν, ἀπήντησε τῷ Κάτωνι πρὸ τῶν ἄλλων, καὶ μηδὲ ἀσπασάμενος ἠρώτα ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πηνίκα παρέσται. Πομπηΐου δὲ ἦν γεγονὼς ὁ Δημήτριος

p.264
οἰκέτης· τότε δὲ πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων εἰς Πομπήϊον ἀποβλεπόντων, ἐθεραπεύετο παρʼ ἀξίαν, μέγα παρʼ αὐτῷ δυνάμενος.

τοῖς μὲν οὖν φίλοις τοῦ Κάτωνος γέλως ἐνέπεσε τοσοῦτος ὥστε ἀναλαβεῖν ἑαυτοὺς οὐκ ἐδύναντο διὰ τοῦ πλήθους ἅμα βαδίζοντες, ὁ δὲ Κάτων τότε μὲν ἰσχυρῶς διατραπείς, ὦ τῆς κακοδαίμονος, ἔφη, πόλεως, ἄλλο δὲ οὐδὲν ἐφθέγξατο, χρόνῳ δὲ ὕστερον εἰώθει γελᾶν καὶ αὐτὸς ἐπὶ τούτῳ, καὶ διηγούμενος καὶ μνημονεύων.

οὐ μὴν ἀλλὰ Πομπήϊος αὐτὸς ἐπέστρεψε τοὺς ἀνθρώπους οὕτω πλημμελοῦντας εἰς τὸν Κάτωνα διʼ ἄγνοιαν. ὡς γὰρ εἰς Ἔφεσον ἐλθὼν ἐπορεύετο πρὸς αὐτόν ἀσπασόμενος πρεσβύτερον ὄντα, καὶ δόξῃ πολὺ προήκοντα, καὶ δυνάμεων τότε μεγίστων ἡγούμενον, ἰδὼν ὁ Πομπήϊος οὐκ ἔμεινεν, οὐδὲ εἴασε καθεζομένῳ προσελθεῖν, ἀλλʼ ὥς τινι τῶν κρειττόνων ἀναθορὼν ἀπήντησε, καὶ τὴν δεξιὰν ἐνέβαλε.

καὶ πολλὰ μὲν εὐθὺς ἐν τῷ φιλοφρονεῖσθαι καὶ ἀσπάζεσθαι παρόντα, πλείω δὲ ἔτι μεταστάντος ἐγκώμια διῆλθεν αὐτοῦ τῆς ἀρετῆς, ὥστε πάντας ἐπιστρεφομένους καὶ προσέχοντας ἤδη τῷ Κάτωνι, θαυμάζειν ἐξ ὧν πρότερον κατεφρονεῖτο, καὶ πρᾳότητα καὶ μεγαλοψυχίαν ἀναθεωρεῖν. καὶ γὰρ ἡ Πομπηΐου σπουδὴ περὶ αὐτόν οὐκ ἐλάνθανε θεραπεύοντος οὖσα μᾶλλον ἢ φιλοῦντος, ἀλλʼ ἔγνωσαν ὅτι θαυμάζει μὲν παρὄντα,

p.266
χαίρει δὲ ἀπερχομένῳ.