Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπεὶ δὲ τέλος εἶχεν ἡ στρατεία τῷ Κάτωνι, προεπέμφθη, οὐκ εὐχαῖς, ὃ κοινόν ἐστιν, οὐδʼ ἐπαίνοις, ἀλλὰ δάκρυσι καὶ περιβολαῖς ἀπλήστοις, ὑποτιθέντων τὰ ἱμάτια τοῖς ποσὶν ᾗ βαδίζοι καὶ καταφιλούντων τὰς χεῖρας, ἃ τῶν αὐτοκρατόρων ὀλίγοις μόλις ἐποίουν οἱ τότε Ῥωμαῖοι.

βουληθεὶς δὲ πρὸ τοῦ πολιτείᾳ προσελθεῖν ἅμα μὲν πλανηθῆναι καθʼ ἱστορίαν τῆς Ἀσίας καὶ γενέσθαι θεατὴς ἠθῶν καὶ βίων καὶ δυνάμεως τῆς περὶ ἑκάστην ἐπαρχίαν, ἅμα δὲ τῷ Γαλάτῃ Δηϊοτάρῳ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν δεομένῳ πρὸς αὐτὸν ἐλθεῖν μὴ ἀχαριστῆσαι, τοῦτον τὸν τρόπον ἐποιεῖτο τὴν ἀποδημίαν. προὔπεμπεν ἅμʼ ἡμέρᾳ τὸν ἀρτοποιὸν καὶ τὸν μάγειρον ὅπου καταλύσειν ἔμελλεν.

οἱ δὲ πάνυ κοσμίως καὶ μεθʼ ἡσυχίας εἰσελθόντες ἂν εἰς τὴν πόλιν, εἰ μηδεὶς τύχοι τῷ Κάτωνι φίλος ὢν αὐτόθι πατρῷος ἢ γνώριμος, ἐν πανδοκείῳ τὴν ὑποδοχὴν αὐτῷ παρεσκεύαζον, ἐνοχλοῦντες οὐδενί· πανδοκείου δὲ μὴ ὄντος, οὕτως πρὶς τοὺς ἄρχοντας τραπόμενοι ξενίαν ἐλάμβανον, ἀγαπῶντες τὴν δοθεῖσαν.

πολλάκις δὲ ἀπιστούμενοι καὶ

p.262
περιορώμενοι διὰ τὸ μὴ θορύβῳ μηδὲ ἀπειλῇ ταῦτα πράσσειν πρὸς τοὺς ἄρχοντας, ὑπὸ τοῦ Κάτωνος ἄπρακτοι κατελαμβάνοντο, καὶ μᾶλλον αὐτὸς ὀφθεὶς ὠλιγωρεῖτο, καὶ παρεῖχεν ἐπὶ τῶν φορτίων σιωπῇ καθεζόμενος ὑπόνοιαν ἀνθρώπου ταπεινοῦ καὶ περιδεοῦς.

οὐ μὴν ἀλλὰ καὶ προσκαλούμενος αὐτοὺς εἰώθει λέγειν ὦ μοχθηροί, μεταβάλεσθε ταύτης τῆς κακοξενίας. οὐ πάντες ὑμῖν ἀφίξονται Κάτωνες. ἀμβλύνατε ταῖς φιλοφροσύναις τὴν ἐξουσίαν τῶν δεομένων προφάσεως, ἵνα βίᾳ, λαμβάνωσιν, ὡς παρʼ ἑκόντων μὴ τυγχάνοντες.