Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ταῦτα γὰρ ἔνιοι ἐσυκοφάντουν πρὸς τὴν ἄλλην ἀτυφίαν τοῦ Κάτωνος, οὐ καθορῶντες ὅσον ἐν τῷ πρὸς ἡδονὰς καὶ φόβους καὶ δεήσεις ἀναισχύντους ἀγνάμπτῳ καὶ στερρῷ τοῦ ἀνδρὸς τὸ ἥμερον ἐνῆν καὶ φιλόστοργον. εἰς δὲ ταῦτα καὶ πόλεις αὐτῷ καὶ δυνάσται πολλὰ κατὰ τιμὴν τοῦ τεθνεῶτος ἔπεμπον, ὧν ἐκεῖνος χρήματα μὲν παρʼ οὐδενὸς ἐδέξατο, θυμιάματα δὲ καὶ κόσμον ἐλάμβανε, τὴν τιμὴν[*](τὴν τιμὴν Bekker, after Reiske: τιμήν. ) ἀποδιδοὺς τοῖς πέμπουσι.

τῆς δὲ κληρονομίας εἰς αὐτόν τε καὶ θυγάτριον τοῦ Καιπίωνος ἡκούσης, οὐθὲν ὧν

p.260
ἀνάλωσε περὶ τὸν τάφον ἀπῄτησεν ἐν τῇ νεμήσει. καὶ ταῦτα πράξαντος αὐτοῦ καὶ πράττοντος, ἦν ὁ γράψας ὅτι κοσκίνῳ τὴν τέφραν τοῦ νεκροῦ μετέβαλε καὶ διήθησε, χρυσίον ζητῶν κατακεκαυμένον. οὕτως οὐ τῷ ξίφει μόνον, ἀλλὰ καὶ τῷ γραφείῳ τὸ ἀνυπεύθυνον καὶ τὸ ἀνυπόδικον ἐπίστευσεν.