Cato the Younger

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔτι δὲ αὐτοῦ περὶ τὴν στρατείαν ὄντος ὁ ἀδελφὸς εἰς τὴν Ἀσίαν βαδίζων ἐνόσησε περὶ Θρᾴκην ἐν Αἴνῳ. καὶ γράμματα μὲν εὐθὺς ἧκε

paris.1624.764
πρὸς τὸν Κάτωνα· χειμῶνος δὲ πολλοῦ κατέχοντος τὴν θάλατταν καὶ νεὼς ἱκανῆς μεγέθει μὴ παρούσης, εἰς μικρὰν ὁλκάδα μόνον δύο φίλους καὶ τρεῖς οἰκέτας ἀναλαβὼν ἐκ Θεσσαλονίκης ἀνήχθη·

καὶ παρʼ οὐδὲν ἐλθὼν καταποντωθῆναι, τύχῃ τινὶ παραλόγῳ σωθεὶς ἄρτι τεθνηκότος τοῦ Καιπίωνος, ἐμπαθέστερον ἔδοξεν ἢ φιλοσοφώτερον ἐνεγκεῖν τὴν συμφοράν, οὐ μόνον κλαυθμοῖς καὶ περιπτύξεσι τοῦ νεκροῦ καὶ βαρύτητι λύπης, ἀλλὰ καὶ δαπάνῃ περὶ τὴν ταφὴν καὶ πραγματείαις θυμιαμάτων καὶ ἱματίων πολυτελῶν συγκατακαέντων καὶ μνήματος ξεστοῦ λίθων Θασίων ἀπὸ ταλάντων ὀκτὼ κατασκευασθέντος ἐν τῇ Αἰνίων ἀγορᾷ.