Caesar
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρήματα λαμβάνειν καί νόμους τινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸν ὅπλων καί νόμων καιρὸν εἶναι· σὺ δὲ εἰ τοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας
ταῦτα πρὸς τὸν Μέτελλον εἰπών ἐβάδιζε πρὸς τὰς θύρας τοῦ ταμιείου, μὴ φαινομένων δὲ τῶν κλειδῶν χαλκεῖς μεταπεμψάμενος ἐκκόπτειν ἐκέλευεν αὖθις δὲ ἐνισταμένου τοῦ Μετέλλου καί τινων ἐπαινούντων, διατεινάμενος ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο παρενοχλῶν. καί τοῦτο, ἔφη, μειράκιον, οὐκ ἀγνοεῖς ὅτι μοι δυσκολώτερον ἦν εἰπεῖν ἢ πρᾶξαι οὗτος ὁ λόγος τότε καί Μέτελλον ἀπελθεῖν ἐποίησε καταδείσαντα καί τὰ ἄλλα ῥᾳδίως αὐτῷ καί ταχέως ὑπηρετεῖσθαι πρὸς τὸν πόλεμον.
ἐστράτευε δʼ εἰς Ἰβηρίαν πρότερον ἐγνωκὼς τοὺς περὶ Ἀφράνιον καὶ Βάρρωνα Πομπηΐου πρεσβευτὰς ἐκβαλεῖν, καὶ τὰς ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφʼ αὑτῷ ποιησάμενος οὕτως ἐπὶ Πομπήϊον ἐλαύνειν, μηδένα κατὰ νώτου τῶν πολεμίων ὑπολειπόμενος. κινδυνεύσας δὲ καὶ τῷ σώματι πολλάκις κατʼ ἐνέδρας καὶ τῷ στρατῷ μάλιστα διὰ λιμόν, οὐκ ἀνῆκε πρότερον διώκων καὶ προκαλούμενος καὶ περιταφρεύων τοὺς ἄνδρας ἢ κύριος βίᾳ γενέσθαι τῶν στρατοπέδων καὶ τῶν δυνάμεων, οἱ δὲ ἡγεμόνες ᾤχοντο πρὸς Πομπήϊον φεύγοντες.
ἐπανελθόντα δὲ εἰς Ῥώμην Καίσαρα Πείσων μὲν ὁ πενθερὸς παρεκάλει πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ὑπὲρ διαλύσεως,