Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἀλλὰ τούτῳ μὲν καί τὰ χρήματα καί τὰς ἀποσκευὰς ἀπέπεμψεν ὁ Καῖσαρ Δομετίῳ δὲ ἡγουμένῳ σπειρῶν τριάκοντα καί κατέχοντι Κορφίνιον ἐπελθὼν παρεστρατοπέδευσεν. ὁ δὲ ἀπογνοὺς τὰ καθʼ ἑαυτόν ᾔτησε τὸν ἰατρὸν οἰκέτην ὄντα φάρμακον καί λαβὼν τὸ δοθὲν ἔπιεν ὡς τεθνηξόμενος.

μετʼ ὀλίγον δὲ ἀκούσας τὸν Καίσαρα θαυμαστῇ τινι φιλανθρωπίᾳ χρῆσθαι πρὸς τοὺς ἑαλωκότας, αὐτὸς αὑτὸν ἀπεθρήνει καί τὴν ὀξύτητα τοῦ βουλεύματος ᾐτιᾶτο. τοῦ δʼ ἰατροῦ θαρρύναντος αὐτόν, ὡς ὑπνωτικόν, οὐ θανάσιμον, πεπωκότα, περιχαρὴς ἀναστὰς ἀπῄει πρὸς

p.528
Καίσαρα, καί λαβὼν δεξιάν αὖθις διεξέπεσε πρὸς Πομπήϊον. ταῦτα εἰς τὴν Ῥώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, καί τινες φυγόντες ἀνέστρεψαν.

ὁ δὲ Καῖσαρ τήν τε Τοῦ Δομετίου στρατιὰν παρέλαβε καί τοὺς ἄλλους, ὅσους ἐν ταῖς πόλεσι Πομπηΐῳ στρατολογουμένους ἔφθασε καταλαβών. πολὺς δὲ γεγονὼς ἤδη καί φοβερός ἐπʼ αὐτὸν ἤλαυνε Πομπήϊον. ὁ δὲ οὐκ ἐδέξατο τήν ἔφοδον, ἀλλʼ εἰς Βρεντέσιον φυγών τοὺς μὲν ὑπάτους πρότερον ἔστειλε μετὰ δυνάμεως εἰς Δυρράχιον, αὐτὸς δὲ ὀλίγον ὕστερον ἐπελθόντος

paris.1624.725
Καίσαρος ἐξέπλευσεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γραφησομένοις τὰ καθʼ ἕκαστον δηλωθήσεται.

Καίσαρι δὲ βουλομένῳ μὲν εὐθὺς διώκειν ἀπορία νεῶν ἦν εἰς δὲ τήν Ῥώμην ἀνέστρεψε, γεγονὼς ἐν ἡμέραις ἑξήκοντα πάσης ἀναιμωτὶ τῆς Ἰταλίας κύριος.ἐπεὶ δὲ καί τήν πόλιν εὗρε μᾶλλον ἢ προσεδόκα καθεστῶσαν καί τῶν ἀπὸ βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιεικῆ καί δημοτικὰ διελέχθη, παρακαλῶν αὐτοὺς καί πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσι πρεπούσαις· ὑπήκουσε δʼ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον ἐγκαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν, ἀλλʼ εὐπρεπείᾳ λόγων χρῆσθαι.