Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἦν δέ τις Ἀθηνοφάνης Ἀθηναῖος τῶν περὶ ἄλειμμα καὶ λουτρὸν εἰωθότων τὸ σῶμα θεραπεύειν τοῦ βασιλέως καὶ τὴν διάνοιαν ἐμμελῶς ἀπάγειν ἐπὶ τὸ ῥᾴθυμον. οὗτος ἐν τῷ λουτρῶνι τότε παιδαρίου τῷ Ἀλεξάνδρῳ

p.330
παρεστῶτος εὐτελοῦς σφόδρα καὶ γελοίου τὴν ὄψιν, ᾄδοντος δὲ χαριέντως, Στέφανος ἐκαλεῖτο, βούλει, φησὶν, ὦ βασιλεῦ, διάπειραν ἐν Στεφάνῳ τοῦ φαρμάκου λάβωμεν; ἂν γὰρ ἅψηται τούτου καὶ μὴ κατασβεσθῇ, παντάπασιν ἂν φαίην ἄμαχον καὶ δεινὴν αὐτοῦ τὴν δύναμιν εἶναι.

προθύμως δέ πως καὶ τοῦ παιδαρίου διδόντος ἑαυτὸν πρὸς τὴν πεῖραν, ἅμα τῷ περιαλεῖψαι καὶ θιγεῖν ἐξήνθησε φλόγα τοσαύτην τὸ σῶμα καὶ πυρὶ κατεσχέθη τὸ πᾶν ὥστε τὸν Ἀλέξανδρον εἰς πᾶν ἀπορίας καὶ δέους ἐλθεῖν εἰ δὲ μὴ κατὰ τύχην πολλοὶ παρῆσαν ἀγγεῖα πρὸς τὸ λουτρὸν ὕδατος διὰ χειρῶν ἔχοντες, οὐκ ἂν ἔφθασεν ἡ βοήθεια τὴν ἐπινομήν.