Alexander

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐπιὼν δὲ τὴν Βαβυλωνίαν ἅπασαν εὐθὺς ἐπʼ αὐτῷ γενομένην ἐθαύμασε μάλιστα τό τε χάσμα τὸν πυρὸς ὥσπερ ἐκ πηγῆς συνεχῶς ἀναφερομένου, καὶ τό ῥεῦμα τοῦ νάφθα λιμνάζοντος διὰ τὸ πλῆθος οὐ πόρρω τοῦ χάσματος, ὃς τἆλλα μὲν ἀσφάλτῳ προσέοικεν, οὕτω δὲ εὐπαθὴς πρὸς τὸ πῦρ ἐστιν ὥστε, πρὶν ἢ θιγεῖν τὴν φλόγα, διʼ αὐτῆς τῆς περὶ τὸ φῶς ἐξαπτόμενος αὐγῆς τὸν μεταξὺ πολλάκις ἀέρα συνεκκαίειν.

ἐπιδεικνύμενοι δὲ τὴν φύσιν αὐτοῦ καὶ δύναμιν οἱ βάρβαροι τὸν ἄγοντα πρὸς τὴν κατάλυσιν τοῦ βασιλέως στενωπὸν ἐλαφρῶ τῷ φαρμάκῳ κατεψέκασαν εἶτα στάντες ἐπʼ ἄκρῳ τοὺς λαμπτῆρας τοῖς βεβρεγμένοις προσέθηκαν ἤδη γὰρ συνεσκόταζε. τῶν δὲ πρώτων εὐθὺς ἁψαμένων οὐκ ἔσχεν ἡ νομὴ χρόνον αἰσθητόν, ἀλλʼ ἅμα νοήματι διῖκτο πρὸς θάτερον πέρας καὶ πῦρ ἐγεγόνει συνεχὲς ὁ στενωπός.