Comparison of Agesilaus and Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὃς οὐκ ἐλάττονας μὲν ἐν Σπάρτῃ θορύβους ὑπέμεινε βουλομένων Θηβαίοις ὑπὲρ τῆς χώρας μάχεσθαι, πολλὰς δʼ ἐν Αἰγύπτῳ διαβολὰς καὶ κατηγορίας καὶ ὑπονοίας τοῦ βασιλέως ἤνεγκεν ἡσυχίαν ἄγειν κελεύων, χρησάμενος δὲ τοῖς ἀρίστοις

p.336
ὡς ἐβούλετο λογισμοῖς,

οὐ μόνον Αἰγυπτίους ἄκοντας ἔσωσεν, οὐδὲ τὴν Σπάρτην ἐν τοσούτῳ σεισμῷ μόνος ὀρθὴν ἀεὶ διεφύλαξεν, ἀλλὰ καὶ τρόπαιον ἔστησε κατὰ Θηβαίων ἐν τῇ πόλει, τὸ νικῆσαι παρασχὼν αὖθις ἐκ τοῦ τότε μὴ προαπολέσθαι βιασαμένους. ὅθεν Ἀγησίλαος μὲν ὑπὸ τῶν βιασθέντων ὕστερον ἐπῃνεῖτο σωθέντων, Πομπήϊος δὲ διʼ ἄλλους ἁμαρτών, αὐτοὺς οἷς ἐπείσθη κατηγόρους εἶχε.

καίτοι φασί τινες ὡς ὑπὸ τοῦ πενθεροῦ Σκηπίωνος ἐξηπατήθη· τὰ γὰρ πλεῖστα τῶν χρημάτων ὧν ἐκόμιζεν ἐξ Ἀσίας βουλόμενον αὐτὸν νοσφίσασθαι καὶ ἀποκρύψαντα κατεπεῖξαι τὴν μάχην, ὡς οὐκέτι χρημάτων ὄντων, ὃ κἂν ἀληθὲς ἦν, παθεῖν οὐκ ὤφειλεν ὁ στρατηγός, οὐδὲ ῥᾳδίως οὕτω παραλογισθεὶς ἀποκινδυνεῦσαι περὶ τῶν μεγίστων, ἐν μὲν οὖν τούτοις οὕτως ἑκάτερον ἀποθεωροῦμεν.