Comparison of Agesilaus and Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τὸ δʼ ὑπὲρ τούτων ἀπολόγημα μέγιστόν ἐστιν ἔγκλημα

p.334
στρατηγοῦ τηλικούτου. νέον μὲν γὰρ ἄρχοντα θορύβοις καὶ καταβοήσεσιν εἰς μαλακίαν καὶ δειλίαν ἐπιταραχθέντα τῶν ἀσφαλεστάτων ἐκπεσεῖν λογισμῶν εἰκός ἐστι καὶ συγγνωστόν Πομπήϊον δὲ Μάγνον, οὗ Ῥωμαῖοι τὸ μὲν στρατόπεδον πατρίδα, σύγκλητον δὲ τὴν σκηνήν, ἀποστάτας δὲ καὶ προδότας τοὺς ἐν Ῥώμῃ πολιτευομένους καὶ στρατηγοῦντας καὶ ὑπατεύοντας ἐκάλουν, ἀρχόμενον δὲ ὑπʼ οὐδενὸς ἔγνωσαν,

πάσας δὲ αὐτοκράτορα στρατευσάμενον ἄριστα τὰς στρατείας, τίς ἂν ἀνάσχοιτο τοῖς Φαωνίου σκώμμασι καὶ Δομετίου, καὶ ἵνα μὴ Ἀγαμέμνων λέγηται, παρʼ ἐλάχιστον ἐκβιασθέντα τὸν περὶ τῆς ἡγεμονίας καὶ ἐλευθερίας ἀναρρῖψαι κίνδυνον; ὃς εἰ μόνον ἐσκόπει τὸ παρʼ ἡμέραν ἄδοξον, ὤφειλεν ἀντιστὰς ἐν ἀρχῇ διαγωνίσασθαι περὶ τῆς Ῥώμης, ἀλλὰ μὴ τὴν φυγὴν ἐκείνην ἀποφαίνων στρατήγημα Θεμιστόκλειον ὕστερον ἐν αἰσχρῷ τίθεσθαι τὴν ἐν Θετταλίᾳ πρὸ μάχης διατριβήν.

paris.1624.664

οὐ γὰρ ἐκεῖνό γε στάδιον αὐτοῖς καὶ θέατρον ἐναγωνίσασθαι περὶ τῆς ἡγεμονίας ὁ θεὸς ἀπέδειξε τὸ Φαρσάλιον πεδίον, οὐδὲ ὑπὸ κήρυκος ἐκαλεῖτο μάχεσθαι κατιὼν ἢ λιπεῖν ἑτέρῳ τὸν στέφανον, ἀλλὰ πολλὰ μὲν πεδία μυρίας δὲ πόλεις καὶ γῆν ἄπλετον ἢ κατὰ θάλατταν εὐπορία παρέσχε βουλομένῳ μιμεῖσθαι Μάξιμον καὶ Μάριον καὶ Λεύκολλον καὶ αὐτὸν Ἀγησίλαον,