Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τὸ μὲν οὖν εὐτυχεῖν καὶ τοὺς φύσει μικροὺς συνεπικουφίζει τοῖς φρονήμασιν, ὥστε φαίνεσθαί τι μέγεθος περὶ αὑτοὺς καὶ ὄγκον ἐκ πραγμάτων ὑπερεχόντων ἀποβλεπομένους· ὁ δὲ ἀληθῶς μεγαλόφρων καὶ βέβαιος ἐν τοῖς σφάλμασι μᾶλλον καὶ ταῖς δυσημερίαις ἀναφέρων γίνεται κατάδηλος, ὥσπερ Εὐμενής.

πρῶτον μὲν γὰρ ἐν Ὀρκυνίοις τῆς Καππαδοκίας ἡττηθεὶς ὑπὸ Ἀντιγόνου διὰ προδοσίας καὶ διωκόμενος οὺ παρῆκε τὸν προδότην ἐκ τῆς φυγῆς διαπεσεῖν πρὸς τοὺς πολεμίους, ἀλλὰ συλλαβὼν ἐκρέμασε. φεύγων δὲ τὴν ἐναντίαν ὁδὸν τοῖς διώκουσι μετέβαλε λαθὼν, καὶ παραλλάξας, ὡς ἦλθεν ἐπὶ τὸν τόπον οὗ τὴν μάχην συνέβη γενέσθαι, κατεστρατοπέδευσε, καὶ συναγαγὼν τοὺς νεκροὺς καὶ τῶν ἐν κύκλῳ κωμῶν τὰ θυρώματα κατασχίσας ἔκαυσεν ἰδίᾳ μὲν ἡγεμόνας, ἰδίᾳ δὲ τοὺς πολλούς, καὶ πολυάνδρια χώσας ἀπῆλθεν, ὥστε καὶ τὸν

p.106
Ἀντίγονον ὕστερον ἐπελθόντα θαυμάζειν τὸ θάρσος αὐτοῦ καὶ τὴν εὐστάθειαν.

ἔπειτα ταῖς ἀποσκευαῖς τοῦ Ἀντιγόνου περιπεσών, καὶ λαβεῖν ῥᾳδίως δυνάμενος πολλὰ μὲν ἐλεύθερα σώματα, πολλὴν δὲ θεραπείαν καὶ πλοῦτον ἐκ πολέμων τοσούτων καὶ λεηλασιῶν ἠθροισμένον, ἔδεισε μὴ καταπλησθέντες ὠφελείας καὶ λαφύρων οἱ σὺν αὐτῷ βαρεῖς γένωνται πρὸς τὴν φυγὴν, καὶ μαλακώτεροι τὰς πλάνας ὑπομένειν καὶ τὸν χρόνον, ἐν ὦ μάλιστα τοῦ πολέμου τὰς ἐλπίδας εἶχεν, ὡς ἀποστρέψων τὸν Ἀντίγονον.

ἐπεὶ δὲ ἄντικρυς χαλεπὸν ἦν ἀποτρέπειν Μακεδόνας χρημάτων ἐν ἐφικτῷ παρόντων, ἐκέλευσε θεραπεύσαντας αὑτοὺς καὶ τοῖς ἵπποις χιλὸν ἐμβαλόντας οὕτω βαδίζειν ἐπὶ τοὺς πολεμίους, αὐτὸς δὲ πέμπει κρύφα πρὸς τὸν ἐπὶ τῆς ἀποσκευῆς τῶν πολεμίων Μένανδρον, ὡς κηδόμενος αὐτοῦ φίλου γεγονότος καὶ συνήθους, φυλάξασθαι παραινῶν καὶ ἀναχωρῆσαι τὴν ταχίστην ἐκ τῶν ἐπιδρόμων καὶ ταπεινῶν πρὸς τὴν ἐγγὺς ὑπώρειαν ἄφιππον οὖσαν καὶ κυκλώσεις οὐκ ἔχουσαν.

τοῦ δὲ Μενάνδρου ταχὺ συμφρονήσαντος τὸν κίνδυνον καὶ ἀνασκευασαμένου, κατασκόπους ἔπεμπεν ὁ Εὐμενὴς φανερῶς, καὶ

paris.1624.589
παρήγγειλε τοῖς στρατιώταις ὁπλίζεσθαι καὶ τοὺς ἵππους ἐγχαλινοῦν ὡς προσάξων τοῖς πολεμίοις. τῶν δὲ κατασκόπων ἀπαγγειλάντων ὅτι παντάπασιν ὁ Μένανδρος ἄληπτος εἴη καταπεφευγὼς εἰς τόπους χαλεπούς, ἄχθεσθαι προσποιούμενος ὁ Εὐμενὴς ἀπῆγε τὴν στρατιάν.

λέγεται δέ, τοῦ Μενάνδρου ταῦτα μαρτυρήσαντος πρὸς τὸν Ἀντίγονον, καὶ τῶν Μακεδόνων

p.108
ἐπαινούντων τὸν Εὐμενῆ καὶ φιλανθρωπότερον διατεθέντων, ὅτι καὶ παῖδας αὐτῶν ἀνδραποδίσασθαι καὶ γυναῖκας αἰσχῦναι παρόν ἐφείσατο καὶ παρῆκεν, ἄλλʼ ἐκεῖνός γε, φάναι τὸν Ἀντίγονον, οὐχ ὑμῶν, ὦ μακάριοι, κηδόμενος παρῆκεν, ἀλλʼ αὑτῷ φεύγοντι δεδιὼς περιθεῖναι πέδας τοσαύτας.