Eumenes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐκ τούτου πλανώμενος ὁ Εὐμενὴς καὶ ὑποφεύγων ἔπεισε τοὺς πολλοὺς τῶν στρατιωτῶν ἀπελθεῖν, εἴτε κηδόμενος αὐτῶν εἴτε ἐφέλκεσθαι μή βουλόμενος ἐλάττονας μὲν τοῦ μάχεσθαι, πλείονας δὲ τοῦ λανθάνειν ὄντας, καταφυγὼν δὲ εἰς Νῶρα, χωρίον ἐν μεθορίῳ Λυκαονίας καὶ Καππαδοκίας, μετὰ πεντακοσίων ἱππέων καὶ διακοσίων ὁπλιτῶν, κἀντεῦθεν αὖθις, ὅσοι τῶν φίλων ἐδεήθησαν ἀφεθῆναι τοῦ χωρίου τὴν χαλεπότητα καὶ τῆς διαίτης τὴν ἀνάγκην οὐ φέροντες, πάντας ἀσπασάμενος καὶ φιλοφρονηθεὶς ἀπέπεμψεν.

ὡς δὲ ἐπελθὼν ὁ Ἀντίγονος εἰς λόγους αὐτόν ἐκάλει πρὸ τῆς πολιορκίας, ἀπεκρίνατο πολλοὺς εἶναι τοὺς Ἀντιγόνου φίλους καὶ μετὰ Ἀντίγονον ἡγεμόνας, ὧν δὲ αὐτὸς προπολεμεῖ μηδένα λείπεσθαι μετʼ αὐτόν· ὁμήρους δὲ πέμπειν ἐκέλευσεν, εἰ χρῄζει διὰ λόγων αὐτῷ γενέσθαι, τοῦ δὲ Ἀντιγόνου κελεύοντος ὡς κρείττονι λαλεῖν, οὐδένα, εἶπεν, ἐμαυτοῦ κρείττονα νομίζω, μέχρι ἂν ὦ τοῦ ξίφους κύριος.

ὅμως δὲ πέμψαντος τοῦ Ἀντιγόνου τὸν ἀδελφιδοῦν

p.110
Πτολεμαῖον εἰς τὸ χωρίον, ὥσπερ ἠξίωσεν ὁ Εὐμενής, κατέβη, καὶ περιβαλόντες ἀλλήλους ἠσπάσαντο φιλικῶς καὶ οἰκείως, ἅτε δὴ ἀλλήλοις κεχρημένοι πολλὰ καὶ συνήθεις γεγονότες. λόγων δὲ γενομένων πολλῶν καὶ τοῦ Εὐμενοῦς οὐχ ὑπὲρ ἀσφαλείας μεμνημένου καὶ διαλύσεως, ἀλλὰ καὶ τὰς σατραπείας ἀξιοῦντος αὑτῷ βεβαιοῦσθαι καὶ τὰς δωρεὰς ἀποδίδοσθαι, θαῦμα τοὺς παρόντας εἶχε τὸ φρόνημα καὶ τὴν εὐτολμίαν ἀγαμένους.

ἅμα δὲ πολλοὶ συνέτρεχον τῶν Μακεδόνων ἰδεῖν ὅστις ἐστὶ τὸν Εὐμενῆ ποθοῦντες· οὐ γὰρ ἑτέρου λόγος ἦν τοσοῦτος ἐν τῷ στρατῷ μετὰ τὴν τοῦ Κρατεροῦ τελευτήν. δείσας δὲ ὁ Ἀντίγονος ὑπὲρ αὐτοῦ, μή τι πάθῃ βίαιον, πρῶτον μὲν ἀπηγόρευε μή προσιέναι βοῶν, καὶ τοῖς λίθοις ἔβαλλε τοὺς ἐπιφερομένους, τέλος δὲ ταῖς χερσὶ τὸν Εὐμενῆ περιβαλὼν καὶ τὸν ὄχλον ἀπερύκων τοῖς δορυφόροις μόλις εἰς τὸ ἀσφαλὲς ἀποκατέστησε.

τοὐντεῦθεν ὁ μὲν περιτειχίσας τὰ Νῶρα καὶ φρουρὰν καταλιπών ἀνέζευξεν Εὐμενὴς δὲ πολιορκούμενος ἐγκρατῶς, τοῦ χωρίου σῖτον καὶ ὕδωρ ἄφθονον καὶ ἅλας καὶ ἄλλο μηδὲν ἔχοντος ἐδώδιμον μηδὲ ἥδυσμα πρὸς τὸν σῖτον, ἐκ τῶν παρόντων ὅμως κατεσκεύαζε τοῖς συνοῦσιν ἱλαρὰν τὴν δίαιταν, ἐν μέρει τε παραλαμβάνων πάντας ἐπὶ τὴν αὑτοῦ τράπεζαν, καὶ τὸ συσσίτιον ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ φιλοφροσύνην ἐφηδύνων.

ἦν δὲ καὶ τὸ εἶδος ἡδύς, οὐ πολεμικῷ καὶ τετριμμένῳ διʼ ὅπλων ἐοικώς, ἀλλὰ γλαφυρὸς καὶ νεοπρεπὴς, καὶ πᾶν τὸ σῶμα διηρθρωμένος ὡς ὑπὸ τέχνης ἀκριβῶς τοῖς μέλεσι θαυμαστὴν συμμετρίαν

p.112
σιν, εἰπεῖν δὲ οὐ δεινός, αἱμύλος δὲ καὶ πιθανός, ὡς ἐκ τῶν ἐπιστολῶν συμβάλλειν ἐστίν.