Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

δεύτερος ἐκπέμπεται πρὸς αὐτοὺς στρατηγὸς Πούπλιος Βαρῖνος, οὗ πρῶτα μὲν ὑποστράτηγόν τινα Φούριον ἔχοντα δισχιλίους στρατιώτας ἐτρέψαντο συμβαλόντες· ἔπειτα σύμβουλον αὐτῷ καὶ συνάρχοντα Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας ὁ Σπάρτακος λουόμενον περὶ Σαλίνας, μικρὸν ἐδέησε συναρπάσαι.

χαλεπῶς δὲ καὶ μόλις ἐκφυγόντος εὐθὺς μὲν ἐκράτησε τῆς ἀποσκευῆς, ἐκ ποδὸς δὲ κατέχων καὶ διώκων φόνῳ πολλῷ τὸ στρατόπεδον εἷλεν. ἔπεσε δὲ καὶ Κοσσίνιος. αὐτὸν δὲ τὸν στρατηγὸν ἄλλαις μάχαις πολλαῖς καταγωνισάμενος, τέλος δὲ τούς τε ῥαβδούχους καὶ τὸν ἵππον αὐτοῦ

p.340
λαβὼν, ἤδη μὲν μέγας καὶ φοβερός ἦν, ἐφρόνει δὲ τὰ εἰκότα, καὶ μὴ προσδοκῶν ὑπερβαλέσθαι τὴν Ῥωμαίων δύναμιν ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τούς μὲν εἰς Θρᾴκην, τούς δʼ εἰς Γαλατίαν.

οἱ δὲ πλήθει τε ὄντες ἰσχυροὶ καὶ μέγα φρονοῦντες οὐχ ὑπήκουον, ἀλλʼ ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν. οὐκέτʼ οὖν τὸ παρʼ ἀξίαν καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀποστάσεως τὴν σύγκλητον, ἀλλὰ δὴ διὰ φόβον τε καὶ κίνδυνον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων καὶ μεγίστων ἀμφοτέρους ἐξέπεμπον τούς ὑπάτους.