Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ πρῶτον μὲν τούς ἐκ Καπύης ἐλθόντας ὠσάμενοι καὶ πολλῶν ὅπλων ἐπιλαβόμενοι πολεμιστηρίων ἄσμενοι ταῦτα μετελάμβανον, ἀπορρίψαντες ὡς ἄτιμα καὶ βάρβαρα τὰ τῶν μονομάχων ἔπειτα Κλωδίου στρατηγοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης καὶ πολιορκοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι καὶ χαλεπὴν καὶ

p.338
στενὴν ἄνοδον, ἣν ὁ Κλώδιος ἐφρούρει,

τὰ δʼ ἄλλα

paris.1624.548
κρημνοὺς ἀποτόμους καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστʼ ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς διʼ αὐτῶν πλὴν ἑνός. οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν, ἠφίει κάτω τὰ ὅπλα καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο καὶ αὐτός.

ταῦτʼ ἠγνόουν οἱ Ῥωμαῖοι· διὸ καὶ περιελθόντες αὐτοὺς ἐξέπληξαν τῷ αἰφνιδίῳ, καὶ φυγῆς γενομένης ἔλαβον τὸ στρατόπεδον. καὶ προσεγίνοντο πολλοὶ τῶν αὐτόθι βοτήρων καὶ ποιμένων αὐτοῖς, πλῆκται καὶ ποδώκεις ἄνδρες, ὧν τούς μὲν ὥπλιζον, τοῖς δὲ προδρόμοις καὶ ψιλοῖς ἐχρῶντο.