Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

εὑρὼν δὲ πάντας περιδεεῖς καὶ τὴν ὠμότητα τὴν Μαρίου καθάπερ ἐφεστῶτος αὐτοῖς τρέμοντας, οὐδενὶ γενέσθαι φανερὸς ἐθάρρησεν, ἀλλʼ εἰς ἀγροὺς

paris.1624.545
ἐμβαλὼν παραλίους Οὐιβίου Πακιανοῦ σπήλαιον ἔχοντας εὐμέγεθες, ἔκρυψεν ἑαυτόν, πρὸς δὲ τὸν Οὐίβιον ἔπεμψεν ἕνα δοῦλον ἀποπειρώμενος, ἤδη καὶ τῶν ἐφοδίων ἐπιλιπόντων.

ὁ δὲ Οὐίβιος ἀκούσας ἥσθη τε σῳζομένῳ καὶ πυθόμενος τὸ πλῆθος τῶν σὺν αὐτῷ καὶ τὸν τόπον αὐτὸς μέν οὐκ ἦλθεν

p.324
εἰς ὄψιν, τὸν δὲ τῶν χωρίων ἐπίτροπον προσαγαγὼν ἐγγὺς ἐκέλευσε καθʼ ἡμέραν δεῖπνον πεποιημένον κομίζειν, καὶ τιθέντα παρὰ τὴν πέτραν ἀπέρχεσθαι σιωπῇ καὶ μὴ πολυπραγμονεῖν μηδʼ ἐξετάζειν, προειπὼν πολυπραγμονοῦντι θάνατον, συμπράττοντι δὲ τοῦτο πιστῶς ἐλευθερίαν.

τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δὲ περὶ αὐτὸ συμφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἄγουσαν εἴσω, παρελθόντι δʼ ὕψος τε θαυμαστὸν ἀναπέπταται, καὶ κατʼ εὖρος ἔχει κόλπους διʼ ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις.