Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἤρεσκε δὲ καὶ τὸ περὶ τὰς δεξιώσεις καὶ προσαγορεύσεις φιλάνθρωπον αὐτοῦ καὶ δημοτικόν. οὐδενὶ γὰρ οὕτως ἀπήντησε Ῥωμαίων ἀδόξῳ καὶ ταπεινῷ Κράσσος ὃν ἀσπασάμενον οὐκ ἀντιπροσηγόρευσεν ἐξ ὀνόματος, λέγεται δὲ καὶ πολυμαθὴς καθʼ ἱστορίαν γενέσθαι, καί τι καὶ φιλοσοφῆσαι τοῖς Ἀριστοτέλους λόγοις προσθέμενος, ὧν διδάσκαλον εἶχεν Ἀλέξανδρον, ἄνθρωπον εὐκολίας καὶ

p.322
πρᾳότητος ἀπόδειξιν διδόντα τὴν πρὸς Κράσσον συνήθειαν.

οὐ γὰρ ἦν ἀποφήνασθαι ῥᾳδίως πότερον προσῆλθεν αὐτῷ πενέστερος ἢ προσελθὼν ἐγένετο. μόνος γοῦν ἀεὶ τῶν φίλων αὐτῷ συναποδημῶν στέγαστρον ἐλάμβανεν εἰς τὴν ὁδόν καὶ τοῦτʼ ἐπανελθὼν ἀπῃτεῖτο. ἀλλὰ[*](ἀλλά. Before this sentence the words φεῦ τῆς ὑπομενῆς, οὐδὲ τὴν πενίαν ὁ τλήμων ἀδιάφορον ἡγούμενος were early stricken from the text as a gloss (oh, the patience of the poor fellow! for his philosophy did not regard poverty as a thing indifferent).) ταῦτα μὲν ὕστερον.

ἐπεὶ δὲ Κίννας καὶ Μάριος κρατήσαντες εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες οὐκ ἐπʼ ἀγαθῷ τῆς πατρίδος, ἐπʼ ἀναιρέσει δʼ ἄντικρυς καὶ ὀλέθρῳ τῶν ἀρίστων, οἱ μέν ἐγκαταληφθέντες ἀπέθνῃσκον, ὧν ἦν καὶ ὁ πατὴρ Κράσσου καὶ ὁ ἀδελφός, αὐτὸς δὲ νέος ὢν παντάπασι τὸ μέν αὐτίκα δεινὸν ἐξέφυγε, πάντῃ δὲ περιβαλλόμενον ἑαυτὸν αἰσθανόμενος καὶ κυνηγετούμενον ὑπὸ τῶν τυράννων τρεῖς φίλους ἀναλαβὼν καὶ θεράποντας δέκα, τάχει δʼ ὑπερβάλλοντι χρησάμενος εἰς Ἰβηρίαν ἔφυγε, γεγονὼς πάλαι στρατηγοῦντος τοῦ πατρὸς αὐτόθι καὶ φίλους πεποιημένος.