Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ δʼ οὔ φασιν, ἀλλʼ ἕτερον μέν εἶναι τόν ἀποκτείναντα, τοῦτον δὲ κειμένου τὴν κεφαλὴν ἀποκόψαι καὶ τὴν δεξιάν. εἰκάζεται δὲ ταῦτα μᾶλλον ἢ γινώσκεται· τῶν γὰρ παρόντων οἱ μέν ἐκεῖ μαχόμενοι περὶ τόν Κράσσον ἀνῃρέθησαν, οἱ δʼ εὐθὺς ἀνεπήδησαν ἐπὶ τόν λόφον.

ἐπελθόντων δὲ

paris.1624.564
τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσσος μέν δίκην δέδωκε, τοὺς δʼ ἄλλους κελεύει Σουρήνας κατιέναι θαρροῦντας, οἱ μέν ἐνεχείρισαν αὑτοὺς καταβάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι παντάπασι διεσώθησαν· τοὺς δʼ ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δʼ οἱ πάντες δισμύριοι μέν ἀποθανεῖν, μύριοι δὲ ἁλῶναι ζῶντες.

ὁ δὲ Σουρήνας τὴν κεφαλὴν τοῦ Κράσσου καὶ τὴν χεῖρα πρὸς Ὑρώδην ἔπεμψεν εἰς Ἀρμενίαν, αὐτὸς δὲ διαδοὺς λόγον ὑπʼ ἀγγέλων εἰς Σελεύκειαν ὡς ζῶντα Κράσσον ἄγοι, παρεσκευάζετο πομπήν τινα γελοίαν ὕβρει προσαγορεύων θρίαμβον.