Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοῦ δὲ Κράσσου φήσαντος οὔτε αὐτὸν ἁμαρτάνειν οὔτʼ ἐκεῖνον, ὡς ἑκατέρῳ πάτριόν ἐστι ποιουμένους τὴν σύνοδον, εἶναι μέν αὐτόθεν ἔφη σπονδὰς καὶ εἰρήνην ὁ Σουρήνας Ὑρώδῃ τε βασιλεῖ καὶ Ῥωμαίοις, δεῖν δὲ γράψασθαι τὰς συνθήκας ἐπὶ τόν ποταμὸν προσελθόντας· οὐ γὰρ ὑμεῖς γε, ἔφη, πάνυ μνήμονες ὁμολογιῶν οἱ Ῥωμαῖοι, καὶ προὔτεινε τὴν δεξιὰν αὐτῷ. μεταπεμπομένου δʼ ἵππον οὐδὲν ἔφη δεῖν βασιλεὺς γάρ σοι δίδωσι τοῦτον.

ἅμα δʼ ἵππος τε τῷ Κράσσῳ παρέστη χρυσοχάλινος, οἵ τε ἀναβολεῖς αὐτὸν ἀράμενοι περιεβίβασαν καὶ παρείποντο πληγῇ τόν ἵππον ἐπιταχύνοντες. Ὀκταούϊος δὲ πρῶτος ἀντιλαμβάνεται τῶν χαλινῶν, καὶ μετʼ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, εἶτα οἱ λοιποὶ περιίσταντο τόν τε ἵππον ἀνακόπτειν πειρώμενοι καὶ τοὺς πιεζοῦντας τόν Κράσσον ἐξ ἐκατέρου μέρους ἀφέλκοντες.

ὠθισμοῦ δὲ γενομένου καὶ ταραχῆς, εἶτα πληγῶν, Ὀκταούϊος μέν ἀνασπάσας τὸ ξίφος ἑνὸς τῶν βαρβάρων κτείνει τόν ἱπποκόμον, ἕτερος δὲ τόν Ὀκταούϊον ἐκ τῶν

p.416
ὄπισθεν πατάξας. Πετρώνιος δὲ ὅπλου μέν οὐκ εὐπόρησεν, εἷς δὲ τόν θώρακα πληγεὶς ἀπεπήδησεν ἄτρωτος· τόν δὲ Κράσσον ὄνομα Πομαξάθρης Πάρθος ἀπέκτεινεν.