Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

εἶχε δὲ τὰ κατʼ αὐτὸν οὕτως, ὡς ἐκέλευσε τόν υἱὸν ἐμβαλεῖν τοῖς Πάρθοις καί τις ἤγγειλεν αὐτῷ μακρὰν τροπὴν εἶναι καί δίωξιν ἰσχυρὰν τῶν πολεμίων, ἑώρα δὲ καί τοὺς καθʼ αὑτὸν οὐκέτι προσκειμένους ὁμοίως ἐκεῖ γὰρ ἐρρύησαν οἱ πλεῖστοι, μικρὸν ἀνεθάρρησε, καί συναγαγὼν ὑπέστειλεν ἐν χωρίοις προσάντεσι τόν στρατόν, αὐτίκα προσδοκῶν τόν υἱὸν ἐπανήξειν ἀπὸ τῆς διώξεως.

τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύνευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δʼ ὕστεροι μόγις διαφυγόντες ἀπήγγελλον οἴχεσθαι τόν Πόπλιον, εἰ μὴ ταχεῖα καί πολλὴ

paris.1624.560
βοήθεια παρʼ ἐκείνου γένοιτο.

τόν δὲ Κράσσον ἅμα πολλὰ πάθη κατέσχε· καί λογισμῷ μὲν οὐδὲν ἔτι τῶν πραγμάτων ἑώρα, φόβῳ δὲ περὶ τοῦ σύμπαντος ἅμα καί πόθῳ τοῦ παιδὸς ἑλκόμενος βοηθεῖν καί μὴ βοηθεῖν, τέλος ὥρμησε προάγειν τὴν δύναμιν.

p.398
ἐν τούτῳ δʼ οἱ πολέμιοι προσεφέροντο κλαγγῇ καί παιᾶνι φοβερώτεροι, καί πολλὰ τῶν τυμπάνων αὖθις περιεμυκᾶτο τοὺς Ῥωμαίους ἑτέρας μάχης ἀρχὴν προσδοκῶντας.

οἱ δὲ τὴν κεφαλὴν τοῦ Ποπλίου κομίζοντες ὑπὲρ αἰχμῆς ἀναπεπηγυῖαν ἐγγὺς προσελάσαντες ἀνέδειξαν, ὕβρει πυνθανόμενοι τοκέας αὐτοῦ καί γένος· οὐ γὰρ δὴ πρέπειν γε Κράσσου πατρὸς ἀνανδροτάτου καί κακίστου γενναῖον οὕτω παῖδα καί λαμπρὸν ἀρετῇ γενέσθαι. τοῦτο τὸ θέαμα Ῥωμαίων ὑπὲρ ἅπαντα τἆλλα δεινὰ τὰς ψυχὰς κατέκλασε καί παρέλυσεν, οὐ θυμοῦ πρὸς ἄμυναν, ὥσπερ ἦν εἰκός, ἀλλὰ φρίκης καί τρόμου πᾶσιν ἐγγενομένου.

καίτοι τόν γε Κράσσον αὑτοῦ λαμπρότατον ἐν τῷ τότε πάθει φανῆναι λέγουσιν· ἐβόα γὰρ ἐπιὼν τὰς τάξεις· ἐμὸν, ὦ Ῥωμαῖοι, τοῦτο τὸ πένθος ἴδιόν ἐστιν ἡ δὲ μεγάλη τύχη καί δόξα τῆς Ῥώμης ἐν ὑμῖν ἕστηκε σῳζομένοις ἄθραυστος καί ἀήττητος. εἰ δὲ καί ἐμοῦ τις οἶκτος ἀφῃρημένου παῖδα πάντων ἄριστον, ἐπιδείξασθε τοῦτο ὀργῇ πρὸς τοὺς πολεμίους, ἀφέλεσθε τὴν χαρὰν αὐτῶν, τιμωρήσασθε τὴν ὠμότητα, μὴ καταπλαγῆτε τοῖς γεγενημένοις, εἰ δεῖ τι καί παθεῖν μεγάλων ἐφιεμένους.

οὐδὲ Λούκουλλος Τιγράνην ἀναιμωτὶ καθεῖλεν, οὐδὲ Σκηπίων Ἀντίοχον, χιλίας δὲ ναῦς οἱ παλαιοὶ περὶ Σικελίαν ἀπώλεσαν, ἐν δʼ Ἰταλίᾳ πολλοὺς αὐτοκράτορας καί στρατηγούς, ὧν οὐδεὶς προηττηθεὶς ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων. οὐ γὰρ εὐτυχίᾳ τὰ Ῥωμαίων, ἀλλὰ

p.400
τλημοσύνῃ καί ἀρετῇ πρὸς τὰ δεινὰ χωρούντων εἰς τοῦτο προῆλθε δυνάμεως.