Crassus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

αὐτὸς οὖν τοὺς ἱππεῖς παρορμήσας προσέβαλε μὲν ἐρρωμένως καὶ συνῆψε τοῖς ἀνδράσιν, ἦν δὲ ἄνισος ἔν τε ταῖς πληγαῖς καὶ τῷ φυλάττεσθαι, παίων μὲν ἀσθενέσι καὶ μικροῖς δορατίοις θώρακας ὠμοβύρσους καὶ σιδηροῦς, παιόμενος δὲ κοντοῖς εἰς εὐσταλῆ καὶ γυμνὰ σώματα τῶν Γαλατῶν τούτοις γὰρ ἐθάρρει μάλιστα, καὶ μετὰ τούτων ἔργα θαυμαστὰ διεπράττετο.

τῶν τε γὰρ κοντῶν ἐπελαμβάνοντο, καὶ συμπλεκόμενοι τοὺς ἄνδρας

p.394
ἀπὸ τῶν ἵππων ἐώθουν τῇ βαρύτητι τοῦ ὁπλισμοῦ δυσκινήτους ὄντας, πολλοὶ δὲ τοὺς ἑαυτῶν ἀπολείποντες ἵππους καὶ ὑποδυόμενοι τοῖς ἐκείνων ἔτυπτον εἰς τὰς γαστέρας· οἱ δʼ ἀνεσκίρτων ὑπʼ ὀδύνης, καὶ συμπατοῦντες ἐν ταὐτῷ τοὺς ἐπιβάτας καὶ τοὺς πολεμίους ἀναπεφυρμένους ἀπέθνῃσκον.

ἐπίεζε δὲ τοὺς Γαλάτας μάλιστα τό τε θάλπος καὶ τὸ δίψος, ἀμφοτέρων ἀήθεις ὄντας· καὶ τῶν ἵππων ἀπολώλεισαν οἱ πλεῖστοι πρὸς ἐναντίους ἐλαυνόμενοι τοὺς κοντούς, ἐβιάσθησαν οὖν ἀναχωρῆσαι πρὸς τοὺς ὁπλίτας, ἔχοντες τὸν Πόπλιον ὑπὸ τραυμάτων ἤδη κακῶς διακείμενον. ἰδόντες δὲ θῖνα βουνώδη πλησίον ἐχώρουν ἐπʼ αὐτήν, καὶ τοὺς μὲν ἵππους ἐν μέσῳ κατέδησαν, ἔξωθεν δὲ τοῖς θυρεοῖς συγκλείσαντες ᾤοντο ῥᾷον ἀμυνεῖσθαι τοὺς βαρβάρους.

ἀπέβαινε δὲ τοὐναντίον, ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως παρέχουσιν οἱ πρότακτοι ῥᾳστώνην, ἐκεῖ δʼ ἄλλον ὑπὲρ ἄλλον διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τὸν κατόπιν ἐξαίροντος, οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλʼ ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευτήν.

ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι κατοικούντων ἐν Κάρραις, Ἱερώνυμος καὶ Νικόμαχος, οἱ συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετʼ αὑτῶν καὶ διαφεύγειν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων καὶ οὐ μακρὰν οὖσαν. ὁ δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους διʼ αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ

p.396
δεξιωσάμενος ἀπέλυσεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος διελήλατο γὰρ βέλει, τὸν ὑπασπιστὴν ἐκέλευσε πατάξαι τῷ ξίφει, παρασχὼν τὸ πλευρόν.

ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσιν· Μεγάβακχος δʼ αὐτὸς αὑτὸν διεχρήσατο, καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δʼ ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους· ζῶντας δʼ οὐ πλείονας ἁλῶναι φασι πεντακοσίων, τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.